FD III 3:19
[ ] Phokis — Delphi — ca. 53 BC
1 ἄρχοντος Πάσωνος, μηνὸς Ἰλαίου, βουλευόντων Ἄγωνος, Φιλι̣στ̣ίωνος, ἀπέδοτο
Καλλίστρατ̣ος καὶ Ξενώ, συνευ̣αρεστεούσας καὶ τᾶς θυγατρὸς αὐτῶν Καλλοῦς,
σῶμα οἰκογενὲς ὧι ὄνομα Δέξιππος τῶι Ἀ̣πόλλωνι τῶι̣ Πυθί̣ωι τιμᾶς ἀργυρίου̣
στατήρων τεσσαράκοντ̣α̣ τεσσάρων καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν. βεβαιωτὴρ
5 κατὰ τοὺς νόμους τᾶς πόλιος Νίκανδρος Βούλωνος. εἰ δέ τις ἐφάπτοιτο̣ Δεξίππου ἐ-
πὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν οἱ τε ἀποδόμενοι καὶ ὁ βε-
[β<α>ιω]τήρ, ἐξουσίαν δὲ ἐχέτω συλέων Δέξιππον ὡς ἐλεύθερον ὄντα ἀζάμιος
[ὢ]ν̣ καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι̣ οἵ τε ἱερεῖς τοῦ Ἀ-
[πό]λλωνος τοῦ Πυθίου Λαϊάδας Βαβύλου, Νικόστρατος Ἄρχ̣ωνος, καὶ ἰδι[ῶ]-
10 ται Δάμων, Γοργίλος, Ἀριστίων, Βαβύλος.
Search Help
Contact Us