[ ] Phokis — Delphi — ca. 146 BC
1 [ἄρχοντος] Βαβύλου τοῦ Αἰακίδα μη[νὸς Θεοξ]ενίου ἐπὶ τοῖσδε ἀπέδοτ[ο]
[Δίων․․]ωνος, σηνευδοκεούσας καὶ τᾶς γυναικὸς αὐτοῦ Μενοῦς καὶ τ[οῦ]
[υἱοῦ․․]ωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Εὐβιότα̣
[τὸ γένος οἰκ]ογενῆ, τιμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς
5 [ἐπίστευ]σε Εὐβιότα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφα-
[π]τ̣ος ἀπὸ πάντων τὸν πάντα χρόνον ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα
[ο]ἷς κα θέλη. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Ξένων Γλαύκου. εἰ δέ τις ἅπτοι-
το Εὐβιότας ἐπὶ καταδουλισσμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀ-
ποδόμενος Δίων καὶ ὁ βεβαιωτὴρ Ξένων. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι
10 τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος, ὁμοίως δὲ καὶ οἱ παρα-
τυγχάνοντες κύριοι ἐόντων συλέοντες Εὐβιόταν ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι
[ἐό]ντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀνδρό-
[νι]κος καὶ οἱ ἄρχοντες Ἰατάδας Πάτρωνος, Ἀρχέλαος Δαμοσθένεος, Ἁγίων
[Κλ]ευδάμου καὶ ἰδιῶται Μένης Πισιστράτου, Δαμοσθένης Ἄρχωνος, Διο-
15 νύσιος Ἰρανίωνος, Ἀλέξων Χαριξένου, Τιμόκριτος Εὐκλεί̣δα, Καλ-
λίστρατος.
Search Help
Contact Us