[ ]
Phokis — Delphi — ca. 146 BC
1 | [ἄρχοντος Βαβύλου τοῦ Αἰακί]δα, μηνὸς Ἐνδυσποι[τρ]οπίου, βουλευ- |
[όντων τὰν δευτέραν ἑξ]άμηνον Ἰατάδα τοῦ Πάτρωνος, Ἀρχε- | |
[λάου τοῦ Δαμ]οσθένεος, γραμματεύοντος δὲ Ἁγίωνος | |
[τοῦ Κλευδάμου], ἐπὶ τοῖσδε ἀπέδοτο Ζωῒς Καλλιμάχου, | |
5 | [συνευδοκέοντ]ος καὶ τοῦ ἀνδρὸς αὐτᾶς Ἀθάμβου τοῦ Ἁβρομά- |
[χου καὶ τοῦ υἱο]ῦ αὐτῶν Ἁβρομάχου, τῶι Ἀπόλλωνι τῶι Πυθί- | |
[ωι σῶμα γυ]ν̣αικεῖον ἇι ὄνομα Παρμόνα τὸ γένος οἰκογενῆ, τι- | |
[μᾶς ἀργυ]ρίου μνᾶν τεττάρων καὶ ἡμιμναίου, καὶ τὰν τιμὰν ἔ- | |
[χει πᾶσ]αν, καθὼς ἐπίστευσε Παρμόνα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι- | |
10 | [τε ἐ]λ̣ευθέρα εἶμεν κα̣ὶ ἀνέφ̣α̣πτος ἀπὸ πάντων τὸν πάντα |
[χρό]ν̣ον ποιέουσα ὅ κα θέλη κα̣ὶ ἀποτρέ̣χουσα οἷς κα θέλη. βε- | |
[β]α̣ιωτὴρ κατὰ τὸν νόμον τᾶ[ς] πόλιος Φιλοκράτης Ξένωνος. | |
εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισσμῶι Παραμόνας, βέβαιον | |
παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Ζωῒς καὶ ὁ | |
15 | βεβαιωτὴρ Φιλοκράτης. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι |
τὰν ὠνάν, πράκτιμοι ἐόντων̣ κατὰ τὸν νόμον τᾶς πόλιος, ὁ- | |
μοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συ- | |
λέοντες Παραμόναν ὡς ἐλευθέ̣ραν ἐοῦσαν ἀζάμιοι ἐ- | |
όντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ- | |
20 | τυροι ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος καὶ οἱ ἄρ- |
χοντες Ἰατάδας, Ἀρχέλαος, Ἁγίων καὶ ἰδιῶται Κλέ- | |
ων Κλευδάμου, Ἐμμενίδας Καλ̣λία, Κλέων Ἥρυος, Καλ- | |
λ̣ιάδ[ης] Καλλιδάμου, Διόδωρος Ἡράκωνος, Ξενόφαν- | |
[τος ․․․․․]ος, Τιμ̣[όκ]ριτος Εὐκλείδα, Λέων Κότ- | |
25 | [․․․․․]ο[․․․․․․․․․․․․․․․․]ος Ἀθανίωνος. |