[ ] Phokis — Delphi — ca. 146 BC
1 [ἄρχοντος Βαβύλου τοῦ Αἰακί]δα, μηνὸς Ἐνδυσποι[τρ]οπίου, βουλευ-
[όντων τὰν δευτέραν ἑξ]άμηνον Ἰατάδα τοῦ Πάτρωνος, Ἀρχε-
[λάου τοῦ Δαμ]οσθένεος, γραμματεύοντος δὲ Ἁγίωνος
[τοῦ Κλευδάμου], ἐπὶ τοῖσδε ἀπέδοτο Ζωῒς Καλλιμάχου,
5 [συνευδοκέοντ]ος καὶ τοῦ ἀνδρὸς αὐτᾶς Ἀθάμβου τοῦ Ἁβρομά-
[χου καὶ τοῦ υἱο]ῦ αὐτῶν Ἁβρομάχου, τῶι Ἀπόλλωνι τῶι Πυθί-
[ωι σῶμα γυ]ν̣αικεῖον ἇι ὄνομα Παρμόνα τὸ γένος οἰκογενῆ, τι-
[μᾶς ἀργυ]ρίου μνᾶν τεττάρων καὶ ἡμιμναίου, καὶ τὰν τιμὰν ἔ-
[χει πᾶσ]αν, καθὼς ἐπίστευσε Παρμόνα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι-
10 [τε ἐ]λ̣ευθέρα εἶμεν κα̣ὶ ἀνέφ̣α̣πτος ἀπὸ πάντων τὸν πάντα
[χρό]ν̣ον ποιέουσα ὅ κα θέλη κα̣ὶ ἀποτρέ̣χουσα οἷς κα θέλη. βε-
[β]α̣ιωτὴρ κατὰ τὸν νόμον τᾶ[ς] πόλιος Φιλοκράτης Ξένωνος.
εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισσμῶι Παραμόνας, βέβαιον
παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Ζωῒς καὶ ὁ
15 βεβαιωτὴρ Φιλοκράτης. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι
τὰν ὠνάν, πράκτιμοι ἐόντων̣ κατὰ τὸν νόμον τᾶς πόλιος, ὁ-
μοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συ-
λέοντες Παραμόναν ὡς ἐλευθέ̣ραν ἐοῦσαν ἀζάμιοι ἐ-
όντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ-
20 τυροι ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος καὶ οἱ ἄρ-
χοντες Ἰατάδας, Ἀρχέλαος, Ἁγίων καὶ ἰδιῶται Κλέ-
ων Κλευδάμου, Ἐμμενίδας Καλ̣λία, Κλέων Ἥρυος, Καλ-
λ̣ιάδ[ης] Καλλιδάμου, Διόδωρος Ἡράκωνος, Ξενόφαν-
[TOS !5]OS, *TIM?[O/K]RITOS *EU)KLEI/DA, *LE/WN *KO/T-
25 [․․․․․]ο[․․․․․․․․․․․․․․․․]ος Ἀθανίωνος.
Search Help
Contact Us