[ ] Phokis — Delphi — ca. 157 BC
1 ἄρχοντος Πατρέα, μηνὸς Θεοξενίου, ἐπὶ τοῖσδε ἀπέδοτο Φίλων
Ἀριστέα τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σώ-
στρατος, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει,
καθὼς διεπίστευσε Σώστρατος τῶι Ἀπόλλωνι τὰν ὠνάν,
5 ὥστε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον τὸν πάντα βίον,
ποιῶν ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτὴρ κα-
τὰ τὸν νόμον τᾶς πόλιος Καλλείδας Εὐκλείδα. μάρτυροι οἱ ἱε-
ρεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ἀνδρόνικος καὶ τοὶ ἄρχοντες
Δρομοκλείδας, Πολυκράτης, Πασίων, ἰδιῶται Ἀγαθοκλῆς,
10 Ἀρτεμίδωρος, Ἀντιχάρης, Ἄσμων Σωτηρίδα, Ἡρακλείδας
Καλλία, Γενναῖος, Δαμότιμος Ἀνδρονίκου· Ὑρ̣νιεῖς Κλεύδα-
μος, Μίκκυθος.
Search Help
Contact Us