[ ]
Phokis — Delphi — ca. 157 BC
1 | ἄρχοντος Πατρέα, μηνὸς Θεοξενίου, ἐπὶ τοῖσδε ἀπέδοτο Φίλων |
Ἀριστέα τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σώ- | |
στρατος, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει, | |
καθὼς διεπίστευσε Σώστρατος τῶι Ἀπόλλωνι τὰν ὠνάν, | |
5 | ὥστε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον τὸν πάντα βίον, |
ποιῶν ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτὴρ κα- | |
τὰ τὸν νόμον τᾶς πόλιος Καλλείδας Εὐκλείδα. μάρτυροι οἱ ἱε- | |
ρεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ἀνδρόνικος καὶ τοὶ ἄρχοντες | |
Δρομοκλείδας, Πολυκράτης, Πασίων, ἰδιῶται Ἀγαθοκλῆς, | |
10 | Ἀρτεμίδωρος, Ἀντιχάρης, Ἄσμων Σωτηρίδα, Ἡρακλείδας |
Καλλία, Γενναῖος, Δαμότιμος Ἀνδρονίκου· Ὑρ̣νιεῖς Κλεύδα- | |
μος, Μίκκυθος. |