[ ]
Phokis — Delphi — ca. 157 BC
1 | ἄρχοντος Πατρέα, μηνὸς Ἀμαλίου, ἀπέδοτο Πολύων |
Τιμοκλέος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον | |
ἇι ὄνομα Σωφρόνα τὸ γένος Καππαδόκισσαν, συνευδοκε- | |
όντων καὶ τῶν υἱῶν Τιμοκλέος, Ξένωνος, τιμᾶς ἀργυρίου | |
5 | μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε τὰν |
ὠνὰν Σωφρόνα τῶι θεῶι, ἐφ’ ὅτωι ἐλευθέραν εἶμεν καὶ ἀνέ- | |
φαπτον τὸμ πάντα βίον ποιοῦσα ὅ κα θέλη καὶ ἀποτρέχου- | |
σα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Ξέ- | |
νων Φιλοκράτεος. μάρτυροι ὁ ἱερεὺς Ἀνδρόνικος. Θευγένης, | |
10 | Ξένων Φιλοκράτεος, Μένης, Πατρέας, Εὐκλείδας. |