[ ] Phokis — Delphi — ca. 157 BC
1 ἄρχοντος Πατρέα, μηνὸς Ἀμαλίου, ἀπέδοτο Πολύων
Τιμοκλέος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον
ἇι ὄνομα Σωφρόνα τὸ γένος Καππαδόκισσαν, συνευδοκε-
όντων καὶ τῶν υἱῶν Τιμοκλέος, Ξένωνος, τιμᾶς ἀργυρίου
5 μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε τὰν
ὠνὰν Σωφρόνα τῶι θεῶι, ἐφ’ ὅτωι ἐλευθέραν εἶμεν καὶ ἀνέ-
φαπτον τὸμ πάντα βίον ποιοῦσα ὅ κα θέλη καὶ ἀποτρέχου-
σα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Ξέ-
νων Φιλοκράτεος. μάρτυροι ὁ ἱερεὺς Ἀνδρόνικος. Θευγένης,
10 Ξένων Φιλοκράτεος, Μένης, Πατρέας, Εὐκλείδας.
Search Help
Contact Us