[ ]
Phokis — Delphi — 156/5 BC
1 | ἄρχοντος Ἥρυος τοῦ Πλείστωνος, μηνὸς Βουκατίου, ἀπέδοτο Ζωῒς Ζωπύρου, συνευδο- |
κεούσας καὶ τᾶς θυγα̣τέρος αὐτᾶς Πολυξένας, τῶι Ἀπόλλωνι τῶι Πυθίωι παιδάριον | |
ὧι ὄνομα Σώστρατος τὸ γέ̣νος οἰκογενῆ, τιμᾶ̣ς ἀργυρίου στατήρων τεσσαρά- | |
κοντα, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Σώστρατος τῶι θεῶι τὰν | |
5 | ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος 〚— — —〛 εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον |
POIE/WN O(/ KA QE/LH KAI\ A)POTRE/XWN OI(=S KA QE/LH. BEBAIWTH\R KATA\ TO\N NO/MON TA=S PO/LI- | |
ος Διόδωρος Ἡράκωνος. εἰ δέ τις καταδουλίσζοιτο Σώστρατον, κύριος ἔστω συλέ- | |
ων ὁ παρατ̣υχὼν ὡς ἐλεύθερον ἐόντα ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζα- | |
μίας. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ξενέας, | |
10 | Δεξώνδας Πολυκράτεος, Ἀριστόβουλος Πάτρωνος καὶ ἰδιῶται Ἄθαμβος Ἀθανί- |
ωνος, Νικίας Ἀριστωνύμου, Ἀθανίων Ξενία, Τιμόκριτος Εὐκλείδα, Τίμων Καλλι- | |
κλέος. |