[ ] Phokis — Delphi — ca. 156 BC
1 ἄρχοντος Ἥρυος τοῦ Πλείστωνος, μηνὸς Ἀπελλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο
Κλεύβουλος Πύρρου σῶμα ἀνδρεῖον ὧι ὄνομα Μένανδρος τὸ γένος Φρύγα,
τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων. βεβαιωτὴρ κατὰ τὸν νόμον Καλλείδας Εὐ̣κλείδα·
καθὼς ἐπίστευσε Μένανδρος τῶι θεῶι τὰν ὠνὰν 〚— — — — — —〛
5 〚— — — — — — — — — — — —〛
〚— — — — — —〛 ἐλεύθερος ἔστω Μένανδρος καὶ ἀνέφ̣α-
πτος ἀπὸ πάντων τὸν πάντα χρόνον κυριεύων αὐσωτοῦ καὶ ἀποτρέχω̣ν οἷς κα θέλη.
EI) DE/ TIS E)FA/PTOITO E)PI\ KATADOULISMW=I *MENA/NDROU, KU/RIOS E)/STW O( PARATUXW\N SUL?E/?-
ω̣ν Μένανδρον ὡς ἐλεύθερον ἐόντα ὑπὲρ τὸν θεὸν ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πά-
10 σας δίκας καὶ ζαπίας. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ἀνδρόνικος καὶ οἱ
ἄρχοντες Δρομοκλείδας, Πολυκράτης, Πασίων, ἰδιῶται Μνασίθεος, Λαϊάδας Βαβύλου,
Ἰατάδας Πάτρωνος, Ἀλκῖνος, Εὐάγγελος Πάτρωνος, Σώδαμος, Σωσιγένης, Δάμων,
Μένης.
Search Help
Contact Us