[ ]
Phokis — Delphi — ca. 156 BC
1 | ἄρχοντος Ἥρυος τοῦ Πλείστωνος, μηνὸς Ἀπελλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο |
Κλεύβουλος Πύρρου σῶμα ἀνδρεῖον ὧι ὄνομα Μένανδρος τὸ γένος Φρύγα, | |
τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων. βεβαιωτὴρ κατὰ τὸν νόμον Καλλείδας Εὐ̣κλείδα· | |
καθὼς ἐπίστευσε Μένανδρος τῶι θεῶι τὰν ὠνὰν 〚— — — — — —〛 | |
5 | 〚— — — — — — — — — — — —〛 |
〚— — — — — —〛 ἐλεύθερος ἔστω Μένανδρος καὶ ἀνέφ̣α- | |
πτος ἀπὸ πάντων τὸν πάντα χρόνον κυριεύων αὐσωτοῦ καὶ ἀποτρέχω̣ν οἷς κα θέλη. | |
εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι Μενάνδρου, κύριος ἔστω ὁ παρατυχὼν συλ̣έ̣- | |
ω̣ν Μένανδρον ὡς ἐλεύθερον ἐόντα ὑπὲρ τὸν θεὸν ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πά- | |
10 | σας δίκας καὶ ζαπίας. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ἀνδρόνικος καὶ οἱ |
ἄρχοντες Δρομοκλείδας, Πολυκράτης, Πασίων, ἰδιῶται Μνασίθεος, Λαϊάδας Βαβύλου, | |
Ἰατάδας Πάτρωνος, Ἀλκῖνος, Εὐάγγελος Πάτρωνος, Σώδαμος, Σωσιγένης, Δάμων, | |
Μένης. |