[ ]
Phokis — Delphi — ca. 148 BC
1 | ἄρχοντος Θρασυκλέος, μηνὸς Ποιτροπίου τοῦ δευτέρου, ἀπέδο- |
το Ἐχέφυλος Ἀγίωνος, συνευδοκέοντος καὶ τοῦ υἱοῦ Ἁγίωνος, | |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Δαίδαλος [τι]- | |
μᾶς ἀργυρίου μ[ν]ᾶν πέν̣τε, καθὼς ἐπίστευσε Δαίδαλος τῶι θεῶι τὰ[ν] | |
5 | ὠνὰν ἐφ’ ὅτωι ἐλεύθε[ρ]ον εἶ̣[μ]εν Δαίδαλον καὶ ἀνέφαπ[τ]ον ἀπὸ |
πάντων τὸν̣ πάντα [χ]ρόνον ποιοῦν̣τα ὅ κα θέλη. εἰ δέ τις ἐφά- | |
πτοιτο Δαιδάλου ἐπὶ καταδουλισμῶ, κύριος ἔστω ὁ παρατυχὼν̣ | |
συλέων. βεβαιωτῆ[ρ]ες Ἁγίων Πολυκλείτου, Δρομοκλεί- | |
δας Ἁγίωνος. μάρτυρ[ε]ς οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος | |
10 | καὶ Πραξίας καὶ οἱ ἄρχοντες Δαμόστρατος, Ἀριστόβουλ̣ος, Τίμων, |
ἰδιῶται Μένης, Ἀρτεμίδωρος, Ἁγίων Ἐχεφύλου, Ἀρχέλα̣ος Δα- | |
μοσθένεος. συνευδόκησε δὲ καὶ Σώξενος παραγενόμενος | |
ἐκ τᾶς ἀποδαμίας. |