[ ]
Phokis — Delphi — 157/6 BC
1 | ἄρχοντος ἐν Δελφοῖς Πατρέα τοῦ Ἀνδρονίκου, μηνὸς Βουκα- |
τίου, ἀπέδοτο Δίων Ἀλέξωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
σῶμα γυναικεῖον ἇι ὄνομα Ψιφύρα τὸ γένος ἐξ Αἰτωλίας, | |
συνευδοκεούσας καὶ τᾶς γυναικὸς αὐτοῦ Νικοῦς καὶ τᾶς | |
5 | θυγατέρος Μενοῦς καὶ τῶν υἱῶν Ἀλέξωνος καὶ Καλλία, |
τιμᾶς ἀργυρίου μνᾶν δύο, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, | |
καθὼς αὐτοὶ εὐδόκησαν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν Ψει- | |
φύραν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα χρόν[ον] | |
ποιοῦσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαι- | |
10 | ωτῆρ<ες> κατὰ τὸν νόμον τᾶς πόλιος Τιμόκριτος Εὐκλείδα̣, |
Σ̣ώστρατος Ξενοκλείδα Δελφοί. εἰ δέ τις ἅπτοι- | |
το Ψιφύρας ἐπὶ καταδουλισμῶι, βέβαιον παρε̣- | |
χόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι | |
καὶ οἱ βεβαιωτῆρες. εἰ δὲ μὴ παρέχο̣ιν <βέβαιον> τῶι θεῶι | |
15 | τὰν ὠνὰν, πράκτιμοι ἐόντω κ̣ατὰ τὸν νόμον |
τᾶς πόλιος, ὁμοίως δὲ καὶ οἱ παρατυγχάνον- | |
τες κύριοι ἐόντων συλέοντες Ψιφύραν | |
ὡς ἐλευθέραν ἐοῦσαν καὶ ἀνέφαπτον ἀζάμιοι | |
[ἐ]όντες καὶ ἀνυπόδικοι πάσας δίκα̣ς καὶ ζαμίας. | |
20 | [μ]άρτυροι τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ Πυ- |
[θ]ίου Ἀμύντας, Ἀνδρόνικος, ἰδιῶται | |
Εὐκλείδας Καλλείδα, Θεόφρα[σ]τος | |
Φιλοκράτεος, Νίκαρχος Ἐράτωνος, | |
Π̣ολύκλειτος Κλεοδάμου, Διόδ[ω]ρος Μνα- | |
25 | σι̣θέου, Δαμένης Ὀρέστα Δελφο[ί, Ε]ὐκλεί- |
δας Μυα[ν]εύς, Ἀνδρόνικος Καλλιπολί̣- | |
τα[ς] Στ̣ράταγο̣ς Πετανιεύς. |