FD III 3:9
[ ] Phokis — Delphi — 157/6 BC
1 ἄρχοντος ἐν Δελφοῖς Πατρέα τοῦ Ἀνδρονίκου, μηνὸς Βουκα-
τίου, ἀπέδοτο Δίων Ἀλέξωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα γυναικεῖον ἇι ὄνομα Ψιφύρα τὸ γένος ἐξ Αἰτωλίας,
συνευδοκεούσας καὶ τᾶς γυναικὸς αὐτοῦ Νικοῦς καὶ τᾶς
5 θυγατέρος Μενοῦς καὶ τῶν υἱῶν Ἀλέξωνος καὶ Καλλία,
τιμᾶς ἀργυρίου μνᾶν δύο, καὶ τὰν τιμὰν ἔχει πᾶσαν,
καθὼς αὐτοὶ εὐδόκησαν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν Ψει-
φύραν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα χρόν[ον]
ποιοῦσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαι-
10 ωτῆρ<ες> κατὰ τὸν νόμον τᾶς πόλιος Τιμόκριτος Εὐκλείδα̣,
Σ̣ώστρατος Ξενοκλείδα Δελφοί. εἰ δέ τις ἅπτοι-
το Ψιφύρας ἐπὶ καταδουλισμῶι, βέβαιον παρε̣-
χόντων τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι
καὶ οἱ βεβαιωτῆρες. εἰ δὲ μὴ παρέχο̣ιν <βέβαιον> τῶι θεῶι
15 τὰν ὠνὰν, πράκτιμοι ἐόντω κ̣ατὰ τὸν νόμον
τᾶς πόλιος, ὁμοίως δὲ καὶ οἱ παρατυγχάνον-
τες κύριοι ἐόντων συλέοντες Ψιφύραν
ὡς ἐλευθέραν ἐοῦσαν καὶ ἀνέφαπτον ἀζάμιοι
[ἐ]όντες καὶ ἀνυπόδικοι πάσας δίκα̣ς καὶ ζαμίας.
20 [μ]άρτυροι τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ Πυ-
[θ]ίου Ἀμύντας, Ἀνδρόνικος, ἰδιῶται
Εὐκλείδας Καλλείδα, Θεόφρα[σ]τος
Φιλοκράτεος, Νίκαρχος Ἐράτωνος,
Π̣ολύκλειτος Κλεοδάμου, Διόδ[ω]ρος Μνα-
25 σι̣θέου, Δαμένης Ὀρέστα Δελφο[ί, Ε]ὐκλεί-
δας Μυα[ν]εύς, Ἀνδρόνικος Καλλιπολί̣-
τα[ς] Στ̣ράταγο̣ς Πετανιεύς.
Search Help
Contact Us