[ ] Phokis — Delphi — ca. 157 BC
1 ἄρχοντος ἐν Δελφοῖς Πατρέα, μηνὸς Ποιτροπίου, ἀπέδοτο
Δώρημα τῶι θεῶι τῶι Ἀπόλλωνι, συν̣ευδοκεούσας τᾶς θυ-
γατέρος Ἡδύλας, κορίδιον ἐπ’ ἐλευθερία ἇι ὄνομα Μέλισσα, τιμᾶς
ἀργυρίου μνᾶς. βεβαιωτὴρ κατὰ τὸν νόμον Τεισέας. παραμενέ-
5 τω δὲ Μέλισσα παρὰ Δώρημα μέχρι κα ζῆ Δώρημα ποιήου-
σα ὅ κα δῆ. εἰ δέ κα μὴ παραμείν̣η ἢ μὴ ποιῆ ὅ κα δῆ, ἄκυρος ἁ ὠνὰ
ἔστω. μάρτυροι ὁ ἱερεὺς Ἀνδρόνικος, Νικόμαχος, Ἀρίστων,
Ἀστύλος, Τιμόκριτος, Ἀστύοχος.
Search Help