[ ] Phokis — Delphi — ca. 161 BC
1 ἄρχο[ν]τ[ος Μενεστράτου], μηνὸς Ποιτρ[οπίου, ἐπὶ τοῖσδε ἀπέδο]το Φίλων Ἀρι[σ]τέα Δελ-
φός, συνευδοκ̣[ε][ν]των καὶ τῶν ὑῶν Ἀρισ[τέα Τίμωνος καὶ τᾶς θυ]γατέρος Δικαίας, τῶι Ἀπόλ-
λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄ[νομα Σωτηρὶς τὸ γένος] Θρᾶισσαν, τιμᾶς ἀργυρίου μνᾶν
τεσσάρων, καθὼς ἐπίστευσε Σωτη[ρὶς τῶι θεῶι τὰν ὠνάν]. βεβαιωτῆρες κατὰ τὸν νόμον
5 τᾶς πόλιος Φίλων Ἀριστέα, Ἀριστόβου[λος Πάτρωνος. παραμειν]άτω δὲ Σωτηρὶς παρὰ Φίλωνα
ἄχρι οὗ κα ζώη Φίλων ποιέουσα τὸ ποτ[ιτασσόμενον πᾶν τὸ] δυνατὸν ἀνενκλήτως Φί̣λ̣ωνι.
〚— — —〛 εἰ δὲ τελευτάσαι Φίλων [πρὶν τὰν θυγατέρ̣]α ἐγ̣δόμεν Δικαίαν ποτ’ ἄν-
δρα, παραμεινάτω Σωτηρὶς παρὰ τὰν θυγα[τέρα Δικαία]ν 〚— — —〛 ἄχρι οὗ
κα ἐγδοθῆ Δικαία ποτ’ ἄνδρα. εἰ δέ κα μὴ παρα[μένοι παρὰ] Φίλωνα ἢ τὰν θυγατέρα Δικαίαν
10 〚— — —〛 ἢ μὴ ποέοι τὸ ποτιτασσόμενον 〚— — —〛 ἀν[ενκλήτως πᾶ]ν δυνατὰ ἐοῦσα, ἐξ<ο>υσίαν ἐχόντων κολά-
ZONTES W(=I KA QE/LWNTI TRO/PWI KAI\ A( W(NA\ AU)TA=S A)/KU[ROS E)/STW. EI) DE/ TI/] KA PA/QH *FI/LWN E)GDEDOME/NAS *DIKAI/AS PO-
τ’ ἄνδρα ἢ ὕστερον ἐγδοθῆ Δικαία παθόντος τι Φίλωνος, ἐ[λευθέρα ἔσ]τω Σωτηρὶς καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ
πάντα χρόνον ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κ[α θέ]λη. εἰ δέ τις ἐφάπτοιτο Σωτηρίδος ἐπὶ καταδου-
λισμῶι παθόντος τι Φίλωνος καὶ ἐγδεδομένας Δικαίας ποτ’ ἄνδρα, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν
15 οἱ βεβαιωτῆρες καὶ ὁμοίως οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Σωτηρὶν ὡς ἐλευθέραν οὖσαν ἀζά-
μιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμ̣[ίας]. μάρτυρες ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀμύντας καὶ οἱ ἄρχον-
τες Κλέανδρος, Πατρέας, Ἐκέφυλος καὶ ἰδιῶται [․․7-8․․․]ς Μ[ν]ασιθέου, Ἡράκων Παρνασίου, Εὐκλῆς Καλλιστράτου.
Search Help
Contact Us