[ ] Phokis — Delphi — ca. 148 BC
1 [ἄρχο]ν̣τος ἐν Ἐρινεῶι Ἀριστογ̣ένεος
[․․․]#⁷Ι#⁷αιου, μηνὸς Ἑσπε[ρ̣ί̣]νου, δωριαρχέον-
[τος] Μικύλου τοῦ Νι̣κοφάνεος Κυτεινιέος,
[ἐν Δε]λφοῖς δὲ ἄρχοντος Θρασυκλέος, μηνὸς Ποι-
5 [τρο]πίου, ἀπέδοτο Κλέων Κλευκρίτου, συνευ-
[δο]κέοντος [κα]ὶ τοῦ υἱοῦ Κλευκρίτου, τῶι Ἀπόλ-
[λω]ν̣ι̣ σῶμα γυναικεῖον ἇι ὄνομα Μουσὶς τὸ γένος
[ἐκ Κο]ρωνείας, τιμᾶς ἀργυρίου μνᾶν δύο, καὶ τὰντιμὰν
[ἔχ]ει πᾶσαν, καθὼς ἐπίσ̣τευσε Μουσὶς τῶι θεῶ̣ι τὰν ὠνάν, ἐ-
10 φ̣’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν
πάντα χρόνον· παραμεινάτω δὲ Μουσὶς παρὰ Κλέωνα ἄχρι οὗ κα ζώ-
η Κλέων ποιέουσα τὸ ἐπιτασσόμενον ἀνεγκλήτως· ἐπεὶ δέ
κά τι πάθη Κλέων, ἐλευθέρα ἔστω Μουσὶς καὶ ἀνέφαπτος ἀπὸ
πάντων καὶ ἀπελθέτω ἔχουσα ἃ κα κατασκεώσητα̣ι Μουσὶς συν̣ευ-
15 δοκέοντος Κλέωνος {ἐπεί κά τι πάθη Κλέων}. εἰ δέ τις ἅπτοιτο μετὰ τὸ
μεταλλάξαι Κλέωνα Μουσίδος ἐπὶ καταδουλισσμῶι, βέβαιον παρε-
χόντων οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνάν, ὁμοίως δὲ καὶ οἱ πα-
ρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Μουσίδα ὡς ἐλευ-
θέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ
20 ζαμίας. μάρτυροι τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος,
Πραξ̣ίας καὶ οἱ ἄρχοντες Δαμόστρατος, Ἀριστόβουλος, Τίμων
Καλλικλέος καὶ ἰδιῶται Εὐαγόρας, Τισέας, Τιμόκριτος, Καλλείδας.
Δελφοὶ, Δαΐφαντος, Πολυκράτης Βοαῖοι, Στρατόνικος Ὑρ̣νιεύς, Πολέμαρ-
χος, Κλέων, Ξενότιμος, Πολύξενος, Νικόβουλος, Σωσικλῆς, Θευγειτώνδας Κο-
25 ρωνεῖς.
Search Help