[ ]
Phokis — Delphi — ca. 148 BC
1 | [ἄρχο]ν̣τος ἐν Ἐρινεῶι Ἀριστογ̣ένεος |
[․․․]#⁷Ι#⁷αιου, μηνὸς Ἑσπε[ρ̣ί̣]νου, δωριαρχέον- | |
[τος] Μικύλου τοῦ Νι̣κοφάνεος Κυτεινιέος, | |
[ἐν Δε]λφοῖς δὲ ἄρχοντος Θρασυκλέος, μηνὸς Ποι- | |
5 | [τρο]πίου, ἀπέδοτο Κλέων Κλευκρίτου, συνευ- |
[δο]κέοντος [κα]ὶ τοῦ υἱοῦ Κλευκρίτου, τῶι Ἀπόλ- | |
[λω]ν̣ι̣ σῶμα γυναικεῖον ἇι ὄνομα Μουσὶς τὸ γένος | |
[ἐκ Κο]ρωνείας, τιμᾶς ἀργυρίου μνᾶν δύο, καὶ τὰντιμὰν | |
[ἔχ]ει πᾶσαν, καθὼς ἐπίσ̣τευσε Μουσὶς τῶι θεῶ̣ι τὰν ὠνάν, ἐ- | |
10 | φ̣’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν |
πάντα χρόνον· παραμεινάτω δὲ Μουσὶς παρὰ Κλέωνα ἄχρι οὗ κα ζώ- | |
η Κλέων ποιέουσα τὸ ἐπιτασσόμενον ἀνεγκλήτως· ἐπεὶ δέ | |
κά τι πάθη Κλέων, ἐλευθέρα ἔστω Μουσὶς καὶ ἀνέφαπτος ἀπὸ | |
πάντων καὶ ἀπελθέτω ἔχουσα ἃ κα κατασκεώσητα̣ι Μουσὶς συν̣ευ- | |
15 | δοκέοντος Κλέωνος {ἐπεί κά τι πάθη Κλέων}. εἰ δέ τις ἅπτοιτο μετὰ τὸ |
μεταλλάξαι Κλέωνα Μουσίδος ἐπὶ καταδουλισσμῶι, βέβαιον παρε- | |
χόντων οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνάν, ὁμοίως δὲ καὶ οἱ πα- | |
ρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Μουσίδα ὡς ἐλευ- | |
θέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ | |
20 | ζαμίας. μάρτυροι τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀνδρόνικος, |
Πραξ̣ίας καὶ οἱ ἄρχοντες Δαμόστρατος, Ἀριστόβουλος, Τίμων | |
Καλλικλέος καὶ ἰδιῶται Εὐαγόρας, Τισέας, Τιμόκριτος, Καλλείδας. | |
Δελφοὶ, Δαΐφαντος, Πολυκράτης Βοαῖοι, Στρατόνικος Ὑρ̣νιεύς, Πολέμαρ- | |
χος, Κλέων, Ξενότιμος, Πολύξενος, Νικόβουλος, Σωσικλῆς, Θευγειτώνδας Κο- | |
25 | ρωνεῖς. |