[ ]
Phokis — Delphi — ca. 162 BC
1 | ἄρχοντος Ἐμμενίδα τοῦ Καλλία, μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πατρέας Ἀνδρονίκο[υ Δ]ελφὸς τῶι Ἀπόλ- |
λωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἀριστοκράτης, τιμᾶς ἀργυρίου τριῶν ἡμιμναίων, κα[ὶ] τ̣ὰν τιμὰν ἔχ[ει] πᾶσαν, καθὼς ἐπίστευ- | |
σε Ἀριστοκράτης τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα χρόνον ποιέων ὅ κα | |
θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος Μέντωρ Καλλιέρου. εἰ δέ τίς κα ἐφάπτηται Ἀρι- | |
5 | στοκράτεος ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Πατ[ρέ]ας καὶ ὁ βεβαιωτὴρ Μέν- |
τωρ. εἰ δὲ μὴ παρέχοιεν βέβαιον τὰν ὠνὰν τῶι θεῶι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον, ὁμοίως δὲ [καὶ] οἱ παρατυγχάνοντες | |
κύριοι ἐόντων συλέοντες ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκα[ς κ]αὶ ζαμίας. μάρτυρες τοὶ | |
ἱερεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύντας καὶ οἱ ἄρχοντες Ἄθαμβος Ἀθανίωνος, Κλέων Δίω[νος, Κ]αλλικλῆς Τίμωνος, | |
ἰδιῶται Τιμόκριτος, Σωδαμίδας, Κλευφάνης. |