[ ] Phokis — Delphi — ca. 160 BC
1 ἄρχοντος Ἀνδρονίκου μηνὸς Βυσίου,
ἐπὶ τοῖσδε ἀπέδοτο Νεοπάτρα Ὀρθαίου, συ-
νευδοκεόντων Δαμένεος καὶ Θεογένεος
Δελφῶν, Φιλοδάμου καὶ Ὀρθαίου Ποταναί-
5 ων, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι-
κεῖον ἇι ὄνομα Ἀγαθὼ τὸ γένος Καππα-
δόκισσαν, τιμᾶς ἀργυρίου μνᾶν δύο,
καθὼς ἐπίστευσε Ἀγαθὼ τῶι θεῶι
τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν
10 Ἀγαθὼ καὶ ἀνέφαπτον ἀπὸ πάντων,
ἐπεί κά τι πάθη Νεοπάτρα, ποιέουσαν ὅ κα
θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον Ἀριστόμαχος
Ὀλυμπογένεος. μάρτυρες Ταραντῖνος ὁ ἱε-
ρεὺς καὶ τῶν ἀρχόντων Ἄθαμβος Ἁβρομάχου,
15 Εὐάγγελος Πάτρωνος, Ἵππων, Βούλων Πει-
σιστράτου, Μένης.
Search Help
Contact Us