[ ]
Phokis — Delphi — ca. 160 BC
1 | ἄρχοντος Ἀνδρονίκου μηνὸς Βυσίου, |
ἐπὶ τοῖσδε ἀπέδοτο Νεοπάτρα Ὀρθαίου, συ- | |
νευδοκεόντων Δαμένεος καὶ Θεογένεος | |
Δελφῶν, Φιλοδάμου καὶ Ὀρθαίου Ποταναί- | |
5 | ων, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι- |
κεῖον ἇι ὄνομα Ἀγαθὼ τὸ γένος Καππα- | |
δόκισσαν, τιμᾶς ἀργυρίου μνᾶν δύο, | |
καθὼς ἐπίστευσε Ἀγαθὼ τῶι θεῶι | |
τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν | |
10 | Ἀγαθὼ καὶ ἀνέφαπτον ἀπὸ πάντων, |
ἐπεί κά τι πάθη Νεοπάτρα, ποιέουσαν ὅ κα | |
θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον Ἀριστόμαχος | |
Ὀλυμπογένεος. μάρτυρες Ταραντῖνος ὁ ἱε- | |
ρεὺς καὶ τῶν ἀρχόντων Ἄθαμβος Ἁβρομάχου, | |
15 | Εὐάγγελος Πάτρωνος, Ἵππων, Βούλων Πει- |
σιστράτου, Μένης. |