[ ]
Phokis — Delphi — 161 BC
| 1 | [ἄ]ρ̣χοντος Μενεστράτου, μηνὸς |
| Ἡραίου, ἀπέδοτο Αἰακίδας Φιλαι- | |
| τώλου τῶι Ἀπόλλωνι τῶι Πυθί- | |
| ωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Παρ- | |
| 5 | νασσός, τιμᾶς ἀργυρίου μνᾶν τριῶ[ν], |
| καθὼς ἐπίστευσε Παρνασὸς τῶι | |
| θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερον | |
| εἶμεν αὐτὸν καὶ ἀνέφαπτον ἀπὸ πάν- | |
| των ποιέοντα ὅ κα θέληι. βεβαιωτὴρ | |
| 10 | κατὰ τὸν νόμον Νικόμαχος Δεξίππου. |
| μάρτυρες Ταραντῖνος ὁ ἱερεύς, Κλέαν- | |
| δρος ὁ ἄρχων καὶ ἰδιῶται Ἀριστόμαχος | |
| Ὀλυμπογένεος, Δαμένης, Μένης, Ἰατά- | |
| δας, Τιμόκριτος. |