[ ]
Phokis — Delphi — 119 BC
1 | ἄρχοντος Ἡρακλείδ[α], μη[ν]ὸς Ποιτροπίου, ἀπέδοτο Ἰο[υδ]α[ῖο]ς Πινδάρου, συνευδοκέοντος τοῦ υἱ]- |
οῦ Πινδάρου, τῶι [Ἀ]πόλ[λω]νι σῶμα ἀνδρεῖον, ὧι ὄνομα [Ἀμ]ύντας, ἐπ’ ἐλευθερίαι, τιμᾶς ἀργυρίου | |
μνᾶν πέντε, καὶ τὰν τιμὰ[ν ἔ]χει. βεβαιωτήρ· Κλέων Κευδά[μο]υ. παραμεινά[τω] δὲ Αμύντας παρὰ Ἰουδαῖ[ο]ν, | |
ἕως κα ζῇ Ἰουδαῖος, ποιέων τὸ ποτιτασσόμενον πᾶν τὸ δυ[να]τόν. εἰ δὲ μή, κύριος ἔστω Ἰουδαῖ[ο]ς | |
5 | [ἐπι]τιμέων Ἀμύνται ὥς κα φαίνηται αὐτῶι, πλὰμ μὴ πωλέ[ων]. ἐπ[εὶ δ]ὲ κά τι π[άθ]ῃ Ἰουδαῖος, ἐλεύθερος ἔστω |
[Ἀμύν]τας, καθὼς πεπίστευκε τὰν ὠνὰν τῶι θεῶι Ἀμύντας, ὥσ[τε] ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν- | |
[των τ]ὸν πάντα βίον. εἰ δέ τις ἐφάπτοιτο Ἀμύντα ἐπὶ καταδουλισμῶι, κύριος ἔστω συλέων ὁ παρατυ- | |
[χὼν ὡς] ἐλεύθερον ὄντα, καὶ ὁ βεβαιωτὴρ βεβαιούτω τὰν ὠνὰν τῶι [θε]ῶι. μάρτυροι· οἱ ἄρχοντε[ς Νικάτας, Σώ]- | |
[στρατος, Καλλία]ς, καὶ ἰδιῶται Τιμοκλῆς, Ξενόκριτος, Σώστρατος, Ταράντινος, Φ[ιλ]οκράτης. |