[ ] Phokis — Delphi — 138 BC
1 [ἄρχοντος Τι]μοκ[ρίτου τοῦ Εὐκλείδα, μηνὸς Ἡρα]-
κλείο[υ, βουλευόντων τὰ]ν δευτέραν ἑξ[άμηνον Ἀριστίωνος]
τοῦ Ἀν[αξανδρίδα, Πραόχο]υ τοῦ Ἀρχελάου, γρμματεύοντος δὲ Πά]-
τρωνο[ς τοῦ Ἰατάδα, ἐν δὲ Μυάναι ἄρχον]τος Ἀριστίωνος το[ῦ Νίκωνος],
5 ἐπὶ τοῖσδ[ε ἀ]π[έδοτο Φιλόδαμο]ς Δίωνος Μυα[ν]εὺ[ς τῶι Ἀπόλλωνι τῶι Πυθίωι]
σῶμα γυν[αι]κεῖ[ον, ἇι ὄνομα Φερετί]μα, τιμᾶς ἀργ[υ]ρίου μ[νᾶν ․․․․․․․, καὶ τὰν]
τιμὰν ἔχει πᾶσα[ν. βεβαιωτῆρες κατ]ὰ τὸ σύμβολον· Δίων Λα[․․․․․․ Μυανεύς],
Μαντίας Κλεοδάμ[ου Δελφός. παραμειν]άτω δὲ Φε[ρ]ετ[ίμα] παρὰ Φιλόδ[αμ]ον, [εἴ]
κα ἐμ Μυά[ν]ᾳ κατ[ο]ικῇ [Φιλόδαμος ἢ ἐν ἄλλ]ᾳ πόλει κ[ρί]νῃ κ[ατ]οικεῖν, ποιέουσα τ[ὸ ἐπι]-
10 τασσόμενον πᾶν τὸ [δυνατόν. εἰ δὲ] μὴ [π]οιῇ τ[ὸ ἐ]πιτ[α]σσόμενον, ἢ μ[ὴ] μένῃ παρ[ὰ]
Φιλό[δ]αμ[ο]ν, ἢ μὴ συνα[κολουθῇ ἐν ο]ὕς κα τόπους Φιλ[όδ]αμος προαιρῆται, κύ-
ριο[ς ἔστ]ω Φιλόδα[μ]ο[ς ἐπιτιμέω]ν καὶ κολάζων ὧι κ[α] προα[ι]ρῆται τρόπω[ι].
εἰ δέ κά τι περὶ [Φ]ιλό[δαμον ἀνθ]ρώπινον [γ]ένηται, ἀποτρεχέτω Φερε-
τίμα ἐν οὕς κα κρίνῃ τ[ρέχειν], ἐλευθέ[ρα ἐ]οῦσα καὶ ἀνέφαπτος ἀπὸ
15 πάντων τὸν πάντα χρόνον. εἰ δέ τις καταδ[ου]λίζ[οι]το Φ[ερε]τίμαν, κυρία
ἔστω [α]ὐτ[οσα]υτὰ[ν] συλέουσα καὶ ἄλλ[ος ὁ πα]ρατυχὼν κα[ὶ οἱ] βεβαιωτῆρες
τῶι θεῶι κατὰ τὸν νόμον. μ[ά]ρτυρ[οι]· τ[οὶ] ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων
Ἄθαμβος, καὶ οἱ [ἄρχ]ο[ν]τες Ἀριστίων, Πράο[χος], καὶ ὁ γραμματεὺς Πάτ[ρ]ων,
καὶ ἰδιῶται Ἀ[θα]νίων Ξενία, Χαρίξενος Ἀλέξωνος, Τιμόκ[ρ]ι[τ]ος, Μαντίας Κλεοδά-
20 μου, Λαπ[εί]θ[η]ς [Μυ]α[νε]ύς.
Search Help
Contact Us