[ ] Phokis — Delphi — ca. 124 BC
1 [ἄ]ρχ[ο]ντ[ος] Καλλιδάμο[υ τοῦ Ἀ]μφισ[τρά]το[υ, μην]ὸς Ε[ἰλαίου],
βουλευόντων [τὰν] δε[υτ]έρα[ν ἑ]ξάμηνον Μνασιθ[έου τ]οῦ Διοδώρου, [Κλεο]δάμου
τοῦ [Μ]αντία, γραμματεύ[ον]τος δὲ Ἄγω[ν]ος τοῦ Ἀρι[στί]ωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀγάθω[ν Εὐάρ]-
χου τῶ[ι] Ἀπόλλωνι τῶι [Π]υθί<ω>ι σῶμα ἀνδρεῖο[ν, ὧι] ὄνομα Σωσίξενος, τὸ γένος οἰκογεν[ῆ, τιμᾶς]
5 ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμάν ἔχει [πᾶσαν], καθὼς ἐπίστευσε Σωσίξενος τῶ[ι θε]ῶι τὰ[ν ὠνάν],
ἐφ’ ὥιτε ἐλεύθερος εἶμε[ν] καὶ ἀνέφαπτος ἀπὸ [πάντων] τὸν πάντα βίον, ποιέων ὅ κα θέλῃ κ[α]ὶ ἀποτρέχων οἷς [κα]
θέλῃ. βεβαιωτὴρ κατὰ τοὺ[ς] νόμους τᾶς πόλιος· Δ[εξώνδα]ς Δάμωνος. εἰ δέ τις ἅπτοιτο Σωσ[ι]ξένου ἐπὶ καταδουλισ-
σμῶι, βέβ[αι]ον παρεχόντω τῶι θ[ε]ῶι τ[ὰ]ν ὠ[νὰν ὅ τε] ἀποδόμενος Ἀγάθων καὶ ὁ βεβ[αι]ωτὴρ Δεξώνδας· εἰ δὲ μὴ
[π]αρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, [πράκτι]μοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος· ὁμοίως δὲ καὶ οἱ παρα-
10 [τ]υγχάνοντες κύριοι ἐόντων συλέοντε[ς Σ]ωσίξενον ὡς ἐλεύθερον ἐόν[τα], ἀζάμιοι ἐόντες οἱ συλέο[ν]-
τες καὶ ἀνυπόδικοι πάσας δίκ[α]ς καὶ ζαμ[ίας. μ]άρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλ[λ]ωνος Ἄρχων, Ἄθαμβος, καὶ
οἱ ἄρχοντες Μνασίθεος, Κλεόδαμος, Ἄ[γω]ν, καὶ ὁ νεωκόρος Ἀτεισίδας, καὶ ἰδιῶται Τιμόκριτος,
Ξενόκριτος Στησιμένεος.
Search Help
Contact Us