[ ] Phokis — Delphi — ca. 124 BC
1 [ἄρ]χο[ντος Καλλιδάμου τοῦ Ἀ]μφιστράτου, μ[ηνὸς]
[Ἡρ]ακλ[είου], β[ουλ]ευόντων [τὰ]ν δευτέραν ἑξάμη[νον]
[Μνασιθέο]υ τ[ο]ῦ Διοδ[ώ]ρο[υ], Κλευδάμου τοῦ Μαντία, γραμ[μ]ατε[ύ]-
[οντος δε Ἄγων]ος τοῦ Ἀριστίωνος τᾶς βουλᾶς, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀριστί[ων]
5 [Ἀναξανδρί]δ[α τῶι Ἀπόλλωνι] τῶι Πυθίωι σώμα γυναικεῖον, ἇι ὄνομα Διόκλεα, τὸ γένος Αἰγ[υπ]-
[τίαν, τιμ]ᾶς [ἀργυρίου μνᾶν τρ]ιῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Διόκληα τῶι θεῶι
τὰν [ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμ]εν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέουσα ὅ κα θέληι
καὶ [ἀποτρέχουσα οἷς κα θέλη]ι.  βεβαιωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλιος· Δεξώνδας Δάμων[ος],
Τιμόκριτ[ος Εὐκλείδα. εἰ δ]έ τις [ἐφ]άπτοιτο Διοκλήας ἐπὶ καταδουλισσμ[ῶι, β]έβαιον παρεχόντ[ων τῶι]
10 θεῶι τὰν ὠ[νὰν ὅ τε ἀ]ποδόμεν[ο]ς Ἀριστίων καὶ [οἱ] βεβαιωτῆρες Δεξώνδας, Τιμόκριτος· εἰ δὲ μὴ πα-
ρέχοιν βέβαιον τῶ[ι] θεῶι τὰν ὠνάν, πράκτιμ[ο]ι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος· ὁμοίως δὲ καὶ
οἱ πα[ρα]τυγχάνοντες κύριοι ἐόντων συλέοντες Διόκλεαν ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες
οἱ συλέοντες καὶ ἀνυπόδικοι π[άσας] δ[ίκ]ας καὶ ζ[α]μίας. ὁ δε καταδουλιζόμενος Διόκληαν πρ[ά]-
κτιμος ἔστω πρὸ δίκας ἀ[ρ]γυ[ρί]ου μν[ᾶν] δέκ[α π]έντε [πο]θιέρ<ων> τῶι Ἀπόλλωνι τῶι Πυθίωι,
15 τῶι προστάντι ὑπὲρ Διόκληαν καὶ τὸ[ν] θεὸν ὡσαύτ[ω]ς μνᾶν δέκα πέντε. παραμεινάτω δὲ
Διόκληα παρὰ Ἀριστίωνα, ἄχρι οὗ κ[α ζώῃ Ἀ]ριστίων, ποιέουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυν[α]-
τὸν ἀνεγκλήτως· εἰ [δ]ὲ μὴ ποιέοι ἢ [μ]ὴ παραμένοι Διόκληα παρὰ Ἀριστίωνα, ἐξουσ[ία]ν ἐχέτω Ἀρι-
[σ]τίων ἐ[π]ιτ[ιμέω]ν Διόκ[λε]αν τρόπ[ωι ὧι κ]α αὐτὸς θ[έ]λῃ, πλὰν μὴ πωλέων. εἰ δέ τι ἀνθρώπινον περὶ Ἀρι-
[στίωνα γένοιτο πρὶΝΗΓΕΙΝ․․Τ․Π․․․․․․ΟΝΤ․․ΠΑΘΕ․․] Διοκλήας, ἐπίνομος ἔστω Διόκληα τῶν Ἀρι<σ>τίω-
20 [νος πάντων, καὶ τ]ὰ ποτὶ γᾶ[ν ν]ομι[ζόμενα ποιησ]άτω Διόκλεια πάντα, εἰ μή τι [ἐ]ξ αὐτῶν {τι} γένοιτο ἢ ὑπο-
[γένοιτο τέκνον. εἰ] δὲ μὴ θ[έ]λοι Διόκλ[εια <μένειν> πα]ρὰ Ἀριστίωνα, ἀλλὰ θέλοι προαπελθεῖν ἀπὸ Ἀρι-
[στίωνος, ζώον]τος Ἀριστίων[ος, ποταποδότω] Διό[κλ]εια Ἀριστίωνι ἀρ[γυρί]ου μνᾶς τρ<ε>ῖς, καὶ μηκέ-
[τι μηδαμῶς ἔστω Ἀ]ριστίωνος. μ[άρτυ]ροι· τ[οὶ] ἱερ[εῖς τ]οῦ Ἀπόλλωνος [Ἄρ]χων Καλλία, Ἄθαμβος Ἁ-
[βρομάχου, καὶ οἱ ἄρ]χοντες Μν[ασί]θε[ος Διο]δ[ώρου, Κ]λεύ[δαμ]ος Μαντία, Ἄγων Ἀριστίωνος,
25 [καὶ ὁ νε]ωκόρος Ἀτεισίδας, καὶ ἰδιῶ[ται ․․․․․․․․․․․․]ος, Νικάνωρ Στράτωνος, Ἀναξ[αν]-
[δ]ρίδας Αἰακίδα, [․․․․․․․․․․․․․․․․]λωνος, Κλεύδαμος Πολυκλ[είτου],
[․․․․․․․․․․․․․․․․․․․․․․․․․]ων Πολύωνος.
Search Help
Contact Us