[ ] Phokis — Delphi — ca. 124 BC
1 ἄρχοντος Καλλιδάμου τοῦ Ἀμφιστράτου, μηνὸς Ποιτροπίου, βουλευόντων τὰν π[ρώταν]
ἑξάμηνον Γλαύκου τοῦ Ξένωνος, Ἀμύντα τοῦ Εὐδώρου, γραμματεύοντος δὲ Ἁβρομάχου τοῦ [Μαν]-
TI/A, E)PI\ TOI=SDE A)PE/DOTO *PATRE/[AS] *)ANDRONI/KOU KAI\ *)ARI/STION *KALLI/A, [SU]NEUDOKEOUSA=N KAI\ TA=N QUGATE/RW[N] AU)TW=N [!5],
Δαμοῦς, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον, ὧι [ὄν]ομα Ἑλλανικός, τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίο[υ μνᾶν]
5 τεττάρων καὶ ἡμιμναίου, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπ[ί]στευσε Ἑλ[λα]νικὸς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧ[ιτε ἐ]-
λεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέων ὅ κα θέλῃ καὶ ἀποτρέ[χ]ων οἷς κα θέλῃ. βεβαι[ωτῆ]-
ρες κατὰ τὸν νόμον τᾶς πόλιος· Πράοχος Ἀρχελάου, Διόδωρος Ἄ[ρχ]ωνος. εἰ δέ τις ἅ[π]τοιτο Ἑλλανικοῦ ἐπὶ καταδουλισσμῶ[ι, βέβαι]-
ον πα[ρεχ]όντων τῶι θεῶι τὰν [ὠ]νὰν οἵ τε ἀποδόμενο<ι> Πατρέας καὶ Ἀρίστιον καὶ οἱ βεβαιωτῆρες Πράο[χ]ος [καὶ] Διόδωρος. εἰ δὲ μὴ [πα]-
ρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠν[άν], πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι [ἐ]-
10 όντων συλέοντες Ἑλλανικὸν [ἐπ’] ἐλευθερίᾳ, ὡς ἐλεύθερον ἐόντα, ἀζάμιοι ἐόντε[ς] οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας
δίκας καὶ ζαμίας. μάρτυρ[ο]ι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμβος, καὶ οἱ ἄρχοντες Γλαῦκος Ξένωνος, [Ἀ]μύντας Εὐδ[ώ]-
ρου, Ἁβρόμαχος Μαντία, καὶ ἰδιῶται Γοργίλος, Ἀ[τ]<ε>ισίδας, Καλ[λ]είδας Εὐκλείδα, Πάτρων Ἰατάδα, Θεόφραστος Φιλοκράτεος, Τιμόκ[ρι]-
τ[ο]ς.
Search Help
Contact Us