[ ] Phokis — Delphi — ca. 133 BC
1 ἄρχο[ν]τος Ὑβρία τοῦ [Ξένω]νος,μηνὸ[ς ․․․․․․․․․․], βουλευ-
όντων τὰν δευτέραν [ἑξάμ]ηνον Βαβύλ[ου] το[ῦ Ἀνδ]ρομένεος, Ἁ-
γίωνος τοῦ Κλευδάμ[ου], Τιμοκλέος τοῦ Πολύ[ωνος] ἀπέδοντο Θέ[ων]
Ἀδειμάντου, Σωστράτα Ἀρχελάου Βοαῖοι τῶι Ἀπό[λλω]νι τῶι Πυθίω[ι σῶ]-
5 μα γυναικ[ε]ῖον, ἇι ὄνομα Δ[ω]ρ[ώ], τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐ-
πίστευσε Δωρὼ τῶι θε[ῶι] τὰν ὠνάν, ἐφ’ ὅτῳ τε ἐλευθέραν εἶμεν καὶ ἀ[νέ]-
φαπτον ἀπὸ πάντ[ων. εἰ δ]έ τις καταδουλίσζοιτο Δωρώ, κύριος ἔστω [ὁ]
τυχὼν συλέων. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Κλεότιμος Πύ[ρρου].
παραμ<ε>ινάτω δὲ Δωρὼ παρὰ Θέωνα καὶ Σωστράταν ἄχρι οὗ κα ζώωντ[ι, ποι]-
10 έουσα τὸ ποιτιτασσόμενον πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ παραμένοι Δώρω [ἢ μὴ ποιέ]-
οι τὰ δυνατά, [κ]ύρι[οι][όν]των Σωστράτα καὶ Θέων ἐπιτιμέοντες τρόπωι ὧι [κα αὐ]-
τοὶ θέλων[τι], ἀζάμιοι [ἐόν]τες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ[τυροι]·
τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων Καλλία, Ἄθαμβος Ἁβρομάχου, καὶ οἱ ἄρχο[ντες]
Ἁγίων Κλεοδάμου, Βαβύλος Ἀνδρομένεος, καὶ ἰδιῶται Μνασίθε[ος] Διο[δώ]-
15 ρου, Τιμόκριτος Εὐκλείδα, Κλεύτιμος Πύ[ρρο]υ, Πρόξενος Δίωνος, Πολέμα[ρχος].
Search Help