[ ]
Phokis — Delphi — ca. 136 BC
1 | [ἄρχοντος Σωσιπάτρου, μηνὸ]ς Ἡρακλήου, β[ο]υλε[υόντων τὰ]ν [δ]ευτέ[ρα]ν ἑξάμηνον Ἀμύντα τοῦ Εὐδώρου, Πάσωνος |
[τοῦ Δαμένεος, γραμματε]ύοντος [δ]ὲ Ξέν[ω]νος τοῦ Πολύωνος, ἐπὶ τ[ο]ῖσδε ἀπέδοτο Μικκύλος Εὐδ[ό]κου τῶι Ἀπ[όλ]- | |
[λωνι τῶι Πυθίωι σῶμα] ἀνδρεῖον, ὧι ὄνομα Διονύσι[ος], τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυ[ρίου] μνᾶν τεσσάρων, | |
[καὶ τὰν τιμὰν ἔχει πᾶσαν], καθὼς ἐπίστευσε Διονύσιος, τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος | |
5 | [ἀπὸ πάντων τὸν πάντα β]ίον, ποιέων ὅ κα θέλῃ, καὶ ἀποτρέχων οἷς κα θελῃ. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλι- |
[ος· Ἀντιγένης ․․․․․․․․․ εἰ] δὲ τις ἐφ[άπ]τοιτο Διονυσίου [ἐ]πὶ καταδουλισσμῶι, βέβαιον παραχόντων τῶι θεῶι τὰν | |
[ὠνὰν ὅ τε ἀποδόμενος Μικκύ]λος καὶ ὁ βεβαιωτὴρ Ἀντι[γέ]νης· εἰ δὲ μὴ παρέχοιν βέβαιον [τ]ῶι θεῶι τὰν ὠνὰν Διονυ[σίου], | |
[κύριος ἔστω ὁ παρατυχὼν] συλέων Διονύσιον <κα>τὰ [τὸν νόμ]ον, ἐλεύθερον [ἐό]ντα καὶ ἀνέφαπτον, καὶ ὁμοίως | |
[πράκτιμος ἔστω Μικκύλος καὶ ὁ] βεβαιωτὴρ Ἀντιγέν[ης ․․․․ ․․․]ασων, καὶ ὁ συλάσας ὑπὲρ τὸν θεὸν ἀζάμιος ἔστω | |
10 | [καὶ ἀνυπόδικος πάσας δίκας κα]ὶ ζαμίας, καὶ Διονύσι[ος ἐλεύθερ]ος ἔστω, [κα]θὼς ἐπάνω γέγραπται, καὶ ἰ[δι]ῶται [Θε]ύξενος [․․] |
[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]οστρα[το․ ․․․․․․․․․․․․․․․․․․․․․ τὰν ὠνὰν φυλάσσει ὁ βεβαιωτ]ὴρ Ἀ[ντιγ]έν[η]ς. |