[ ] Phokis — Delphi — 138 BC
1 [ἄρχοντος Τιμοκρίτου το]ῦ Εὐκλείδα, μηνὸς [Βο]α[θοίο]υ,
[βουλευόντων τὰν πρώτ]αν ἑξάμηνον Πυρρία τ[οῦ Ἀ]ρχε[λάου], Σωτ[ύ]λου [το]ῦ Τιμο-
[κλέος, γραμματεύοντος] δὲ Κλεοδάμου τοῦ Πολυκράτεος, ἐπ[ὶ τ]οῖσδε ἀπέδοτο Μικκύλος
[Εὐδόκου τῶι Ἀπόλλωνι τῶ]ι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄν[ομ]α [Ἀ]ντιγόνα, τὸ γένος Θρᾶισαν,
5 [τιμᾶς ἀργυρίου μνᾶν τριῶ]ν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἀντιγόνα τῶι θεῶι τὰν ὠ-
[νάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμε]ν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέουσα ὅ κα [θ]έλῃ καὶ ἀ[π]οτρέ-
[χουσα οἷς κα θέλῃ. βεβαιω]τὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Μνασίθεος Διοδώρου. εἰ δέ τις ἐφάπτοιτο Ἀντιγό-
[νας ἐπὶ καταδουλισμῶι], βέβαιον παρεχόντων τῶι θεῶι [τὰν ὠ]νὰν ὅ τε ἀποδόμενος Μικκύλος καὶ ὁ βεβαιωτὴρ Μνα-
[σίθεος. εἰ δὲ μὴ παρέχοι]ν βέβαιον τῶι θεῶι τὰν ὠνὰν Ἀντιγ[ό]νας, κύριος ἔστω [ὁ] παρατυχὼν συλέων Ἀντιγόναν
10 [κατὰ τὸν νόμον, ὡς ἐλευθ]έραν ἐοῦσαν καὶ ἀνέφαπτον· καὶ ὁμοίως πράκτιμος ἔστω Μικκύλος καὶ ὁ βεβαιωτὴρ
[Μνασίθεος ․․․․․․․․․․․]ων, καὶ ὁ συλάσας ὑπὲρ τὸν θεὸν ἀζάμιος ἔστω καὶ ἀνυπ[ό]δικος πάσας δίκας καὶ ζ[α]-
[μίας, καὶ ὁμοίως Ἀντιγόν]α ἐλευθέρα ἔστω, καθὼς ἐπάνω γέγραπται. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ
[Πυθίου Ἄρχων Καλλία, Ἄ]θαμβος Ἁβρομάχου, καὶ οἱ ἄρχον[τε]ς Πυρρίας, Σωτύλος, Κλεύδαμος, καὶ ὁ νε[ω]κόρος
[Ἀτεισίδας, καὶ ἰδιῶται Φί]λαγρ[ος] Φίλωνο[ς], Ξενόκριτο[ς] Στη[σι]μένεος, Ἄγων Ἀριστίωνος, Ἁβρομάχος Μαντία, Τιμο-
15 [․․․․․․․․․․․․․․․․․․]ας, Καλλ[ί]ας, Ἰάσων, Καλλι[γέ]νης. τ[ὰν ὠνὰ]ν φυλάσ<σ>ει Ἀτ<ε>ισίδ[α]ς Ὀρθαίου.
Search Help