[ ] Phokis — Delphi — ca. 124 BC
1 ἄρχοντος Καλλιδάμου τοῦ Ἀμφιστράτου, μηνὸς Ἐνδυσποιτροπίου, βουλευ[ό]ντω[ν]
τὰν δευτέραν ἑξάμηνον Μνασιθέου τοῦ Διοδώρου, Κλεοδάμου τοῦ Μαντία, γραμματευ-
οντος δὲ τᾶς βουλᾶς Ἄγωνος τοῦ Ἀριστιωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Εὔνους Ε[ὐ]νίκου
σηνευδοκέοντος καὶ τοῦ υἱοῦ αὐτ[οῦ] Εὐνίκου, τῶι Ἀπόλλ[ω]νι τῶι Πυθίωι σ[ῶμα γυ]-
5 ναικεῖον, ἇι ὄνομα Ζωπύρα, τὸ γένος Σύραν, τιμᾶς ἀργυ[ρ]ίου μνᾶν τεττάρων καὶ [στατή]-
ρων πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ[σε] Ζωπύρα τῶι θεῶι τὰν ὠ[ν]άν,
ἐφ’ ὅτωιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντω[ν] τὸν πάντα βίον ποιέουσα [ὅ] κα θέ-
λῃ καὶ ἀποτρέχουσα οἷς κα θέλῃ. βεβαιωτῆρες [κα]τὰ τοὺς νόμους τᾶς πόλι[ος. Ὑ]βρίας Ξέ-
ν[ων]ος, Ξενό[κρ]ιτος Στησιμένεος. εἰ δέ τις ἅπτοιτο Ζωπυρᾶς ἐπὶ καταδουλιζμῶι, [β][βαι]-
10 [ον π]αρε[χ]όντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Εὔνους καὶ οἱ βεβαιω[τ]ῆρες Ὑ-
[βρ]ία[ς, Ξενόκριτο]ς. εἰ δὲ [μὴ παρ]έχοιν βέ[β]αιον τῶι θεῶι τὰν ὠνάν π[ράκτ]ιμο[ι ἐ]όν-
[των κ]ατὰ τὸν νόμον τᾶς πόλιος· [ὁμοίω]ς δὲ [καὶ] οἱ παρατυ[γχ]άνοντες [κ]ύρι[οι] ἐόν-
[τ]ων σ[υλ]έοντες Ζωπύραν ὡς ἐλε[υθε]ραν ἐοῦσαν, ἀζάμιοι ὄντες οἱ συλέ[ο]ντες
[κ]αὶ [ἀ]νυπ[ό]δικ[οι] πάσας δίκας κ[αὶ] ζαμίας. μάρτ[υρ]οι· [οἵ τε ἱερ]εῖς τοῦ Ἀπόλλωνος
15 Ἄρχων, Ἄθαμβος, καὶ οἱ ἄρχοντες Μνασίθεος, Κλεόδαμος, [Ἅ]γων, καὶ
ὁ νεωκόρος Ἀτ<ε>ισίδας· ἰδιῶται Π<ε>ισίστρατος, Σπινθὴρ Σωφίλου,
Δαμοσθένης Ἄρχωνος, Λύκος Λυκίσκου, Δρόμων, Ἰατάδας, Τι-
μόκριτος.
Search Help
Contact Us