[ ] Phokis — Delphi — ca. 133 BC
1 [ἄρχοντος ἐν Δελφοῖς Ὑβρία τοῦ Ξένων]ος, μ[ηνὸ]ς Ἀπελλαίο[υ, β]ουλευ-
[όντων τὰν πρώτον ἑξάμηνον Ἡ]ρακλείδα [τοῦ] Καλ[λία, Ξε]ναινέ-
[του τοῦ Σωσινίκου, γραμματεύ]οντος δὲ Καλλικράτεος τοῦ Διο-
[δώρου, ἐν δὲ] Ἀν[τικύραι ἄρχο]ντος Ἀμφία τοῦ Ἀμ[ύ]μονος, μηνὸς
5 [․․․․․․․], ἀπ[έδοτο Ἀπολλόδω]ρος Θεοξένου Ἀντικυρεὺς τ[ῶι] Ἀπόλ-
λω[νι τῶι Πυθ]ίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Εὐνίκα, τὸ γένος Φ[ω]κί-
δα, [τιμᾶς ἀρ]γυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἀπέχει [πᾶ]σαν, κα[θὼ]ς
ἐπίστευσε Εὐνίκα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ [ὧιτε] ἐλευθέρα εἶμεν τὸ[ν]
πάντα βίον, ποιέουσα ὅ κα θέλῃ. βεβαιωτὴρ κατὰ τοὺς [νόμου]ς
10 [τ][ς] πόλιος· [Μ]νασίθεος Διοδώρου Δελφός. εἰ δέ τις ἐφ[άπ]τ[οιτ]ο
Εὐνίκας ἐπὶ καταδουλισσμῶι, βέβαιον παρεχόντων τῶι θε[ῶι τὰ]ν
ὠνὰν ὅ τε ἀποδόμενος Ἀπολλόδωρος καὶ ὁ βεβαι[ω]τὴρ [Μ]ν[α]-
σίθεος. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλω[νος Ἄρχ]ων, Ἄθαμβος, κα[ὶ]
οἱ ἄρχοντες Καλλικράτης, Ξεναίνε[τος, Ἡρ]ακλείδας, καὶ ἰδι-
15 ῶται Ἀρτεμίδωρος, Τιμόκριτος, Ἡρακλέων.
Search Help
Contact Us