[ ] Phokis — Delphi — ca. 133 BC
1 ἄρ[χ]οντος Ὑβρία τοῦ Ξένωνος, μηνὸς Ποιτροπίου, βουλευόντων τὰν πρώταν ἑξ[άμηνον Ἡρακλείδα τοῦ Καλλία. Ξεναι]-
νέτου τοῦ Σωσινίκου, γραμματεύοντος δὲ Καλλικράτεος τοῦ Διοδώρου ἐπὶ τοῖσδε [ἀπέδοτο Νίκιον ․․․․․․․․․․․․ τῶι]
Ἀπόλλωνι τῶι Πυθί[ω]ι [σ]ωμα γυναικεῖον, ἇι ὄνομα Καλλιβούλα, τὸ γένος Βοιωτάν, τιμᾶς [ἀργυρίου μνᾶν ․․․․․․․․․․․ καὶ τοὺς] υἱοὺς αὐτᾶς Μικκύλον καὶ Καλλίξενον, καὶ τὰν θυγατέρα αὐτᾶς Δημ[ητρίαν],
τιμᾶς ἀργυρίου μνᾶ[ν] δέκα, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Καλλιβούλα καὶ Μικ[κύλος καὶ Καλλίξενος καὶ Δημητρ]ία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέροι εἶμεν καὶ ἀνέφ[α]πτοι ἀπὸ πάν[των]
5 τὸν πάντα βίον, ποιέοντες ὅ κα [θέ]λωντι καὶ [ἀπ]οτρέχοντες οἷς κα [θέ]λωντι. βεβαιωτὴρ κατ[ὰ τὸν νόμον τᾶς πόλιος. Πρ]άοχος Ἀρχελάου. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισσμ[ῶ]ι Κα[λλ]ι[βο][λας]
καὶ τῶν υἱῶν αὐτᾶς Μικκύλου ἢ Καλλιξέν[ου ἢ τᾶς] θυγατέρος αὐτᾶς Δημητρίας, [β]ε[β]αίαν
παρ[εχόντων τῶι θεῶι τὰν ὠν]ὰν ἅ τε ἀπ[οδ]ομένα Νίκιον καὶ ὁ βε[β]αιωτὴρ Πράοχος. εἰ δὲ μὴ παρ[έχοιν] βεβ[αίαν]
τῶι θε[ῶ]ι τὰν ὠνάν, πράκτιμοι ἐόντων [κατὰ τὸν νόμ]ον τᾶς πόλιος ὁμοίως δὲ καὶ οἱ παρατυγ[χάνοντες κύριοι ἐόντων] συλέοντες ὡς [ἐ]λευθέρους ἐόντας, ἀζάμιοι ἐόντες οἱ συλέοντ[ες καὶ ἀ]-
νυπόδικοι πάσας δίκας καὶ ζαμίας. [παραμεινάντων] δὲ παρὰ Νίκιον [Κ]αλλι[βού]λα καὶ οἱ υἱοὶ α[ὐτᾶς Μικκύλος καὶ Καλλίξενος] καὶ [Δ]ημητρία ἄχρι οὗ κα ζώῃ Νίκιον, ποιέοντες τὸ ποτιτασ[σόμενον]
10 πᾶν το δυνατόν· εἰ δὲ μὴ ποιέο[ιν· ἢ μὴ παραμένοιν παρὰ] Νίκιον, ἐξουσίαν ἐχέτω] Νίκιον καὶ ἄλλο [ὑπὲρ Νίκιον, ὅν κα Νίκιον κελεύσῃ, μαστιγεῖν καὶ] ἐπιτειμεῖν τρόπωι ὧι κα αὐτοὶ θέλωντι, πλὰν μὴ πωλέ[οντες. εἰ δὲ]
θέλοι ὑποτιθέμεν Νίκιον τ[․․․․․․․․․․․․․․․․․․․․․․․․․ ὑ]ποτιθεμένων [․․․․] ἐπιλυτὸν [Ο․․Α․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․] ὑποτιθ[έμ]ενα ὑπὸ Νικίου [․․․․ΣΤΑΝΤ․․ΡΟΙΤ․․․․․․․․]·
εἰ δὲ μὴ ἐπι[λύ]σαιντο [․․ΗΕΣΤ․․․․․․․․․․․․․․․․․․․․] τ[ο]ῖς μὴ συνεπι[λυσ]αμένοις καὶ ἐξο[υσίαν ․․․․․․․․․․․․․]
[Π․Θ․ΘΕΛΩΝΠΡΟΣΣΤΑΣ ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ ΥΠΟΚ․․․․ΙΜΕΝΟ․․․ ․․․․․․․․․․․․]-
οιτο. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλων[ο]ς τοῦ Πυθίου [Ἄ]ρχων, Ἄθαμβος, καὶ οἱ ἄρχον[τες] Ἡρακλε<ί>δας, Ξέ-
15 [ν]αίνετος, Καλλικράτης, καὶ ὁ νεωκόρος Ἀ[τε]ισίδας, καὶ οἱ ἰδιῶται Πατρέας, Τιμόκρ[ιτ]ος, Ἡρᾶκων Παρνασίου,
Βάττος.
Search Help
Contact Us