[ ] Phokis — Delphi — ca. 136 BC
1 ἄρχον[τ]ος Σωσιπά[τρο]υ τ[οῦ Αἰακίδα μηνὸς ․․․․․․․․, βουλευόντων τὰν δευτέ]-
ραν ἑξάμηνον Ἀμύντ[α] τοῦ Εὐ[δώρου, Πάσωνος τοῦ Δαμένεος γραμματεύοντος δὲ Ξέ]-
νωνος τοῦ Πολύωνος, ἐπὶ τοῖσδ[ε ἀπέδοτο Καλλὼ Ἀρίστωνος, συνευδοκέοντος καὶ τοῦ]
ἀνδρὸς αὐτᾶς Ἀριστομάχου τοῦ [Ἀριστ․․․․․․․, καὶ τῶν υἱῶν αὐτᾶς Ἀριστωνύμου καὶ Ἀρί]-
5 στωνος, τῶν Ἀριστομάχου υἱῶν, τῶ[ι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Παρμέ]-
νουσα, τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυ[ρίου μνᾶν ․․․․․․ καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς]
ἐπίστευσε Παρμένουσα τῶι θεῶι τὰν ὠ[νάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν]-
των τὸν πάντα χρόνον, ποιέουσα ὅ κα θ[έλῃ καὶ ἀποτρέχουσα οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ]
τοὺς νόμους τᾶς πόλιος· Καλλίας Δίων[ος. εἰ δέ τις ἐφάπτοιτο Παρμενούσας ἐπὶ καταδου]-
10 λισζμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰ[ν ὠνὰν ἅ τε ἀποδομένα Καλλὼ καὶ ὁ βεβαιω]-
τὴρ αὐτᾶς Καλλίας. εἰ δὲ μὴ παρέχοιν βέβα[ιον τῶι θεωι τὰν ὠνάν, πράκτιμοι ἐόντων, καὶ κύριος]
ἔστω ὁ παρατυχὼν συλέων Παρμένουσαν ἐπ’ ἐ[λευθερίαι κατὰ τὸν νόμον, ὡς ἐλευθέραν ἐοῦσαν]
καὶ ὁμοίως πράκτιμος ἔστω Καλλὼ καὶ ὁ βεβα[ιωτὴρ ․․․․․․․․․․․․․․․․․․․․․․․․․, καὶ ὁ πρά]-
σας ἢ συλάσας ὑπὲρ τὸν θεὸν ἀζάμιος ἔστω καὶ ἀ[νυπόδικος πάσας δίκας καὶ ζαμίας, καὶ Παρμέ]-
15 νουσα ἐλευθέρα ἔστω καθὼς ἐπάνω γέγραπτ[αι. μάρτυροι· οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ Πυθίου]
Ἄρχων Καλλία καὶ Ἄθαμβος Ἁβρομάχου, καὶ ο[ἱ ἄρ]χοντ[ες Ἀμύντας Εὐδώρου, Πάσων Δαμένεος],
Ξένων Πολύωνος, καὶ ὁ νεώκορος Εὐκλῆς, καὶ ἰδιῶται Λαι[άδας ․․․․․․․․․․․․․․․․]
ωνος, Σέλευκος Ἀριστομάχου, Ξενέας Βαβύλου, Ξενόκριτος [․․․․․․․․․․․․․․․․․․․]-
κλείδα, Καλλιγένης Δαμοκράτεος, Νίκων Ξένωνος. τὰν ὠνὰν φ[υλάσσει ․․․․․․․․․․․․․․]
Search Help
Contact Us