[ ]
Phokis — Delphi — 138 BC
1 | ἄρχοντ[ο]ς Τιμοκ[ρίτ]ου τ[οῦ Ἐυκ]λεί[δα, μηνὸς] |
Βοαθοίο[υ, β]ουλευό[ντω]ν τ[ὰν π]ρώταν ἑ[ξάμηνον] | |
Σωτύλο[υ] τοῦ Τιμ[ο]κλέος, Π[υρρ]ία τοῦ Ἀρχ[ελάο]υ, γρα[μ]- | |
ματεύο[ντο]ς δὲ Κ[λ]ευδάμου τοῦ Πολυκράτε[ο]ς, ἐπὶ | |
5 | τοῖσδε ἀ[πέ]δοτο Κλεύδαμ[ος Κ]αλλιγένεος, συνευδο- |
κεούσας κα[ὶ] τᾶς ματέρος α[ὐτ]οῦ Δαντοῦς, τῶι Ἀπόλ- | |
λωνι τῶι Πυθίωι σῶμα γυν[α]ικεῖον, ἇι ὄνομα | |
Παραμόνα, τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου | |
μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσ[αν], καθὼς ἐ- | |
10 | πίστευσε Παραμόνα τῶι θεῶι τὰν [ὠ]νάν, ἐ[φ ὧιτ]ε ἐ- |
λευθέρα εἶμεν καὶ ἀνέφαπτ[ος ἀ]πὸ πάν[των] τὸν | |
πάντα χρόνον, ποιέουσα ὅ κα θέλῃ και ἀποτρέχουσα | |
οἷς κα θέλῃ. βεβαιωτὴ[ρ κα]τὰ τοὺς ν[ό]μου[ς] τᾶς πόλιος. | |
Πεισίστ[ρα]τος Βούλωνος. [εἰ] δὲ μὴ παρέχοιν βέβαιον | |
15 | τῶι θεῶι [τ]ὰν ὠ[νάν], π[ρ]άκτιμ[οι] ἐόντων [κ]ατὰ τὸν ν[ό]- |
μον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντε[ς] | |
[κύρ]ιοι ἐόντων συλέοντες Παραμόναν [ὡ]ς ἐλευ- | |
θέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες οἱ συλέοντες καὶ ἀ- | |
νυπόδικ[οι] πασᾶς δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱε- | |
20 | ρεῖς τοῦ Ἀπόλλ[ων]ος, Ἄρχων, Ἄθαμβος, καὶ οἱ ἄρχ[ον]- |
τες Σωτύλος, Πυρρίας, Κλεύδαμος, καὶ ὁ νεωκό[ρος] | |
Ἀτεισίδας, καὶ ἰδι[ῶ]ται Ἁγίων Ἐχεφύλου, Τι[μόκρι]- | |
τος, [Μα]ντίας Κ[λ]ευδ[ά]μου, Λαιάδας Βαβύλο[υ, Δί]- | |
ων Κλέωνος, Ἁρμόδι[ος], Ἀρίστων Ἀγαθοκλέ[ος]. |