[ ]
Phokis — Delphi — 138 BC
1 | ἄρχοντος Τιμοκρίτου τοῦ Εὐκλείδα, μηνὸς Β[ου]- |
κατίου, βουλευόντων τὰν πρώταν ἑξάμηνον | |
Σωτύλου τοῦ Τιμοκλέος, Πυρρία τοῦ Ἀρχελάου, | |
γραμματευόντος δὲ Κλευδάμου τοῦ Πολυκρα- | |
5 | τεος, ἐν δὲ Ἄβαις ἄρχοντος Ἀρχύτα, μηνὸς |
Βοαδρομίου, ἐπὶ τοῖσ[δ]ε ἀπέδοτο Ξάνθιππος | |
Φιλομήλου Ἀβαῖος, <σ>υνευδοκεούσας καὶ | |
τᾶς ματέρος αὐτοῦ [․]εροῦς τᾶς Ἀριστοκλέ- | |
ος Φανατιίδος καὶ Τιμάρχου τοῦ Ἀντιόχου Φα- | |
10 | νατέος καὶ Ξενοκρατείας τᾶς Φιλομήλου Ἀβαί- |
ας καὶ Ἀ<λ>καίου τοῦ Ἀγησίλα <Ἀ>μ[β]ρυ<σ>σίου τῶι Ἀ- | |
πόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνο- | |
μα Ῥόδιον τὸ γένος οἰκογενῆ, τεχνίτιν ῥαφιδή- | |
αν, τιμᾶς ἀργυρίου μν[ᾶν] πέντε, καὶ τὰν τιμὰν ἔ- | |
15 | χει πᾶσαν, καθὼς ἐπίστ[ε]υσε [Ῥ]όδιον τῶι θε- |
ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέ- | |
φαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέ- | |
ουσα ὅ κα θέλῃ [κα]ὶ ἀποτρέχουσα οἷς κα θέλῃ. | |
βεβαιωτὴρ κατὰ τοὺς ν[ό]μους τᾶς πόλιος. Ἰα- | |
20 | τάδας Πάτρωνος, Ἐράσιππος Φιλοκράτεος. |
εἰ δέ τις ἅπτοιτο Ῥοδί[ο]υ ἐπὶ καταδουλισσμῶι, | |
βέβαιον παρεχ[ό]ντω[ν τῶ]ι θεῶι τὰν ὠνὰν ὅ | |
τε ἀποδό[μ]ενος Ξάνθιππος καὶ ο<ἱ> βεβαιωτῆρες | |
Ἰατάδας καὶ Ἐράσιππος. εἰ δὲ μὴ παρέχοιν βέ- | |
25 | βαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων |
κατὰ τὸν νόμον τᾶς πόλιος· ὁμοίως δὲ καὶ οἱ πα- | |
ρατυγχάνοντες κύριοι ἐόντων συλέοντες [Ῥό]- | |
[δ]ιον ὡς ἐλευθέραν ἐοῦσαν. μάρτυροι· οἱ ἱε- | |
ρεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμβος, καὶ οἱ | |
30 | ἄρχοντες Σω[τύ]λος, [Πυρρ]ίας, Ἀτ<ε>ισίδας, Πασί- |
ων, [․․․․]λος, Αἰακίδας, Βαβύλος, Νικάρετος. |