[ ]
Phokis — Delphi — 156 BC
| 1 | ἄρχοντος Ἥ[ρ]υος τ[οῦ Πλείστ]ω[νος, μη]- |
| νὸς Ποιτροπίου, ἀπέδ[οτο Κλ]ε[υ]νίκ[α] | |
| Κλευνείκου τῶι [Ἀ]πό[λ]λ[ωνι] τῶ[ι] Πυ[θί]- | |
| ωι σῶμα γυν[α]ικ[ῆο]ν ἐνδογενές, [ὧι] ὄν[ο]- | |
| 5 | μα Κλεώ, [ἃ]ν καὶ ἔλυ[σε] ὡς ἀν[․․․․․]ρ[․․․]- |
| κους, τιμᾶς [ἀργ]υρίου μν[ᾶν τρι]ῶν καὶ [τὰν] | |
| τειμὰν ἔχει πᾶσαν. βεβα[ιω]τ[ὴ]ρ κατὰ [τὸν] | |
| νόμον τᾶς πόλιος Ἀριστόμαχος Ἀριστ[ωνύμ]ου, | |
| καθὼς ἐπίστησε Κλεὼ τῶι θεῶι τὰ[ν ὠ]- | |
| 10 | νάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀν[έφα]- |
| πτος ἀπ[ὸ] πάντων τὸν πάντα χρόν[ον, ποιέ]- | |
| ουσα [ὅ] κα θέλῃ καὶ ἀποτρέχουσα οἷς κ[α θέλῃ]. | |
| εἰ δέ τις ἐφάπτοιτο Κλεοῦς [ἐ]πὶ κατα[δου]- | |
| λισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠ- | |
| 15 | νὰν ἅ τε ἀποδομένα Κ[λ]ευνίκα κα[ὶ ὁ βεβαι]- |
| ωτὴρ Ἀριστόμα[χος. εἰ δὲ] μ[ὴ π]αρέχοιν [βέ]- | |
| βαιον, πράκτιμοι [ἐόν]των κατὰ τὸν νό- | |
| μον τᾶς πόλιος. ὁμ[οίω]ς δὲ κ[α]ὶ οἱ παρατυν- | |
| χάνοντες κύριοι ἐόντων συλέοντες | |
| 20 | Κλεὼ ὡς ἐλευ[θ]έρ[α]ν ἐοῦσαν, ἀζάμι[ο]ι ἐόν- |
| τες καὶ ἀνυπόδι[κο]ι [π]άσας δίκας καὶ ζαμί- | |
| ας. μάρτυροι· τοὶ ἱρε[ῖ]ς τοῦ Ἀπόλλωνος | |
| Ἀμύν[τ]ας, Ἀνδρ[ό]νικ[ο]ς [κ]αὶ τ[οὶ ἄ]ρχον- | |
| τες Ξεν[έ]ας, Δεξώνδας Π[ο]λυκράτε- | |
| 25 | ος, Ἀριστόβουλος Πάτρων[ος], καὶ ἰδιῶ- |
| ται Γενναῖος, Ἀρχέλαος Πραόχου, Ξάν- | |
| θος, Φιλιστίων, Ἀρτεμιδωρος, | |
| Εὐκράτης. |