[ ] Phokis — Delphi — 138 BC
1 [ἄρχοντος] Τιμοκρίτου, μηνὸς Ἰλαίου, ἀπέδοτο Διονύσιος Ἰρα[νί]ωνος, συνευδ[οκεό]ν-
[των καὶ τῶν] υἱῶν αὐτοῦ Κλέωνος καὶ Δάμωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σ[ῶμα] γυ[ναι]-
[κεῖον, ἇι ὄν]ομα Σωσώ, τὸ γένος ἐ[κ Δε]λφῶν, τιμᾶς ἀργυρίου στατήρων τρι[άκ]οντα, [καὶ]
[τὰν τιμὰν ἔ]χει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμο[υς] τᾶς πόλιος· Ἄθαμβος Ἀθα[νίω]-
5 [νος, Ἰρανίω]ν Διονυσίου, καθὼς ἐπίστευσε Σωσὼ [τ]ὰν ὠνὰν τῶι θεῶι. ἐφ’ ὅτῳ ἐ-
[λευθέρα εἶμε]ν καὶ ἀνέφαπ[τος ἀ]πὸ πάντων τὸν πάντα χρόνον. εἰ δέ τις ἐφ[άπτ]οιτ[ο]
[Σωσοῦς ἐπὶ κα]ταδουλισμῶι, [κύρι]ος ἔ[σ]τω ὁ παρατ[ύχ]ων συλέων Σωσὼ ἐλευθ[έρ]αν ἐ[οῦ]-
[σαν, ἀζάμιος ὢν] καὶ ἀνυπόδι[κος] πάσας δίκας καὶ ζαμίας· ὁμοίως δὲ καὶ ὁ ἀποδ[όμ]ε-
[νος καὶ οἱ βεβαιωτῆ]ρες βέβαιον πα[ρε]χόντων τὰν ὠνὰν Σωσοῦς τῶι θεῶι. μάρτυ[ρ]οι· [τ]οὶ
10 [ἱερεῖς Ἄρχων, Ἄθα]μβος, καὶ οἱ ἄρχ[ο]ντες Ἀριστίων, Πράοχος, Πάτρων, καὶ ὁ νεωκόρος
[Ἀτεισίδας, καὶ ἰδιῶται] Σωσικράτης, Ἄσανδρος.
Search Help
Contact Us