[ ]
Phokis — Delphi — 2nd c. BC — SEG 22.485; BE 64.208 — Bousquet — BCH 87.1963.193-196
I.1 | ἄρχοντος Ὑ[β]ρ[ία], μ[ηνὸς Βου]κατίου, ἀπέδ[οτο] Ὀνασικρατὶς Ἀριστο- |
βούλου Ἀμφι[σ]σὶ[ς τῶι Ἀπόλλωνι σῶ]μα γυναικεῖον ἇι ὄνομα Θεοδόσιον | |
καὶ παιδάριον ἐν[δογενὲς Ἀρισ]τόβουλον, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, βε- | |
βαιωτὴρ Τιμέας — — —ου Ἀμφισσεύς, ἐφ’ ὧιτε ἐλευθέρους εἶ- | |
5 | μεν καὶ [ἀν]εφάπτο[υς, πράσσοντας] ἅ κα θέλωντι πράσσειν καὶ ἕρποντας οἷς κα θέ[λων]- |
τι· εἰ δέ τις ἐφάπτο[ιτο Θεοδοσίου ἢ] Ἀριστοβούλου κύριος ἔστω συλέων [ὁ πα]ρατυ[χ]ὼ[ν ὡς] | |
ἐλευθέρους ὄν[τας καὶ ὁ βεβαιωτὴρ] βεβαιούτω τῶι θεῶι τὰν ὠνάν· παραμεινάτωσ[αν δὲ] | |
παρὰ Ὀνασικρατί[δα ἄ]χρι κα [ζώῃ Ὀν]ασικρατίς, [π]οιέοντε[ς] τὰ ποτιτασσόμε[να] πᾶν τὸ [δυ]- | |
νατόν· εἰ δέ τι ἀνθ[ρώ]πινον [γί]νοιτο περὶ Ὀνασικρατίδα, ἐλεύθεροι ἔστωσαν κα- | |
10 | θὼς ἐπάνω γέγραπται, ὁ δὲ βε[βα]ιωτὴρ βεβαιο[ύτω]· κυρία ἔστω Ὀνασικρατίς, ε[ἴ κα μὴ ποιέ]- |
ωντι τὸ ποτιτ[ασ]σόμενον, ἐπι[τιμ]έουσα καὶ μαστιγώουσα τρόπωι ὧι κα θ[έλῃ. μάρτυ]- | |
ρες οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρ[χω]ν, Ἄθαμβος καὶ ὁ νεωκόρος Ἀτεισίδας καὶ οἱ ἄρ[χοντες] | |
Ἡρακλείδας, Ξεναίνετος καὶ ὁ γ[ρ]αμματεὺς Καλλικράτης Διοδώρου, ἰδιῶτα[ι Τιμό(?)]- | |
κριτος, Ταραντῖνος, ․․ων, Μα[ντία]ς, Μνασίθεος, Ἀμύντας, Καλλείδας Ε[ὐκ]λ[εί]δα. | |
II.1 | ἄρχοντος Κλευδάμου τοῦ Πολυ[κ]ράτ[εος], μηνὸς Ἡρακλείου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Μνα[σιθέου τοῦ Δι]- |
οδώρου, Ἁγίω[νος] τοῦ [Πο]λυκλείτου, [γρ]αμματ[ε]ύοντος δὲ Κλευδάμου τοῦ Μαντία, ἐπὶ τοῖσδε ἀπέδο[ντο Ἄγω]ν κ[αὶ] | |
Νικίας οἱ Ἀριστίων[ος υ]ἱοί, [σ]υνευδο[κε]ούσας καὶ τᾶς ματρὸς αὐτῶν Σω[σ]οῦς, τῶι Ἀπόλλων[ι τῶι Πυ]θίωι | |
[σ]ῶμα γυναικε[ῖ]ον κορίδιον ἐνδογε[ν]ὲς ἇι ὄνομα Ἀρμενία, τιμᾶς ἀργυρίου μνᾶς, καὶ τὰν τιμὰν ἔχον- | |
5 | τι πᾶσαν, κα[θὼς ἐ]πίστευσε Ἀρμενία τ[ῶι θ]εῶι τὰν ὠνάν, ἐφ’ ὅτωιτε ἐλευθέρα εἶμεν καὶ ἀνέ[φ]- |
απ[το]ς ἀπ[ὸ πάν]των τὸν πάντα βίον, [π]οι[έουσα ὅ] κα θέλῃ καὶ ἀποτρέχουσα οἷς κα θέλῃ. βεβαιωτὴρ [κατ]ὰ | |
τὸν νόμον τᾶς πόλιος Μα[ντία]ς Κλε[υδάμ]ου. εἰ δέ τις ἅπτοιτο Ἀρμενίας ἐπὶ καταδουλισμῶι, | |
βέβαιον παρεχόντων τ[ῶι θε]ῶι τὰν [ὠνὰ]ν οἵ τε ἀποδόμενοι Ἄγων καὶ Νικίας καὶ ὁ βεβαιωτὴρ | |
[Μ]αντία[ς] Κλευδάμου· [εἰ δὲ μὴ παρέχοιν βέ]βαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων [κ]α- | |
10 | τὰ τὸν νόμον τᾶς πό[λιο]ς· ὁμοίω[ς δὲ καὶ οἱ] παρατυγχάνοντες κύριοι ἐόντων συλέοντε[ς] |
Ἀρμενίαν ὡς ἐλευθ[έραν οὖσαν, ἀζάμιοι ὄν]τες οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας δί[κας] | |
καὶ ζαμίας. μάρτυροι οἱ ἱερεῖς [τοῦ Ἀπόλλωνος] Ἄρχων, Ἄθαμβος κ[αὶ οἱ] ἄρχοντες | |
Μνασίθ[εο]ς, Ἁγίων, Κλε[ύδ]αμ[ος] | |
καὶ ὁ νεωκόρος Μένης | |
15 | καὶ ἰδιῶται Μαντίας, |
[Φιλ]ο[κ]ράτ[ης] Ξένωνο[ς]. |