[ ]
Phokis — Delphi — ca. 124 BC
1 | [ἄρχοντος Καλλιδάμ]ου τοῦ Ἀμφιστράτου, μηνὸς Ποιτροπίου, βουλευόντων τὰν πρώταν |
[ἑξάμηνον Ἀμύντα τοῦ Εὐ]δώρου, Γλαύκου τοῦ Ξένωνος, γραμματευόντος δὲ Ἁβρομάχου τοῦ Μαντία, ἐπὶ | |
[τοῖσδε ἀπέδοτο Εὐάγγε]λος Πάτρωνος, συνευδοκεούσας καὶ τᾶς θυγατέρος αὐτοῦ Αἰνήσας, τῶι Ἀπόλλωνι τῶι Πυθίω[ι] | |
[σῶμα γυναικεῖον, ἇι ὄνομα Τιμώ], τὸ γένος Ἰλλυράν, τιμᾶς ἀργυρίου μνᾶν ἑπτά, καὶ τὰν θυγατέρα αὐτᾶς Σωκράτειαν, κα[ὶ τὰν] | |
5 | [τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί]στευσε Τι[μ]ὼ καὶ Σωκράτεια τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραι εἶμεν καὶ ἀνέφαπτοι [ἀπὸ] |
[πάντων τὸν πάντα βίον, ποιέο]υσαι ὅ κα θέλ[ων]τι καὶ ἀποτρέχουσαι οἷς κα θέλωντι. βεβαιωτὴρ κατὰ τοὺς νό[μους] | |
[τᾶς πόλιος· Τιμόκριτος Εὐ]κλείδ[α]. εἰ δέ τις ἐ[φάπ]τοιτο Τιμοῦς ἢ [Σ]ωκ[ρατ]είας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι | |
[θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμε]νος Εὐάγγελος καὶ ὁ βεβαιωτὴρ Τιμόκριτος. εἰ δὲ μὴ πα[ρ]έχοιν [β]έ[β]αιον τῶι [θεῶι] | |
[τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τ]ὸν νόμον τᾶς πόλιος· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντ[ες κ]ύριοι ἐόντων συλέοντες Τιμὼ καὶ Σωκράτεια<ν,> ὡς [ἐλευ]- | |
10 | [θέρας ἐούσας, ἀζάμιοι ὄντες οἱ συλ]έοντες καὶ ἀνυπόδικοι ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαν- |
[βος, καὶ οἱ ἄρχοντες Ἀμύντας, Γλαῦκος, κ]αὶ ὁ γραμματεὺς Ἁβρόμαχος, καὶ ἰδιῶται Θεύξενος Κ[αλλί]α, Ξένων Δημητρίου, Τυρβαῖος, Σιλανός. |