[ ]
Phokis — Delphi — 133 BC
1 | [ἄρχοντος Ὑβρία τοῦ Ξέν]ωνος, μη[νὸ]ς Βοαθ[οίο]υ, τὰν [πρ]ώταν [ἑξάμηνον Ἡρακλείδα] |
[τοῦ Καλλία, Ξεναινέτο]υ τοῦ Σω[σινίκου, γ]ραμματεύοντος δὲ Καλλικρ[άτεος τοῦ Διοδώρου, ἐπὶ] | |
[τοῖσδε ἀπέδοτο ․․․․․․․]λαος Ε[․․․․․․, συ]νευδοκεούσας καὶ τᾶς γυναι[κὸς αὐτοῦ ․․․․․․․․․ καὶ] | |
[τᾶς θυγατέρος αὐτοῦ] Τιμασ[ία]ς, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικ[εῖο]ν, [ἇι ὄνομα Εὐπορία], | |
5 | [τῶι θεῶι τὰν ὠνάν, ἐ]φ’ ὧιτε [ἐλ]ευθέρα εἶμεν καὶ ἀνέφαπτ[ος ἀ]πὸ πάντων τὸν π[άν]τα [βί]ον, ποι[έ]- |
[ουσα ὅ κα θέλῃ καὶ ἀποτρ]έχουσα οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ [νόμ]ους τᾶς πό[λιο]ς· [Λαι]άδας Β[αβύ]- | |
[λου. εἰ δέ τις ἐφάπτοιτο Εὐ]πορίας ἐπὶ καταδουλισζμῶι, βέβ[αιο]ν παρ[εχ]όν[τω]ν τ[ῶι θεῶι] τὰν ὠνάν | |
[ὅ τε ἀποδόμενος ․․․․․․․․λ]αος καὶ ὁ βεβαιωτὴρ Λαιάδας. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, | |
[πράκτιμοι ἐόντων κατὰ τ]ὸν νόμον τᾶς πό[λ]ιος· ὁμοίως δὲ καὶ παρατυγχάνοντες κύριοι ἐόντων | |
10 | [συλέοντες Εὐπορίαν ὑπὲ]ρ τὸν θεό[ν, ὡ]ς ἐ[λ]ευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες οἱ συλέοντες καὶ ἀ- |
[νυπόδικοι πάσας δίκας] καὶ ζαμίας. μάρ[τ]υροι· τοὶ ἱερεῖς τοῦ Ἀπό[λ]λωνος τοῦ Πυθίου [Ἄρχων, Ἄθαμ]- | |
[βος, καὶ οἱ ἄρχοντες Ἡρ]ακλείδας, Ξεναίν[ετο]ς, Καλλικράτης, καὶ ἰδιῶται Β[αβ]ύλ[ος Ἀν]δρομέ- | |
[νεος, Ἁβρόμαχος Μ]αντία, Τιμόκριτος Λ[αιά]δα, [Ἀρίσ]των Ἀγαθοκλέος, Κ[λε]όδαμος Πολυκρ[ά]- | |
[τεος, ․․․․․․․․․․, Κ]λευξενίδας. |