[ ] Phokis — Delphi — 133 BC
1 [A)/RXONTOS *(UBRI/A TOU= *CE/N]WNOS, MH[NO\]S *BOAQ[OI/O]U, TA\N [PR]W/TAN [E(CA/MHNON *(HRAKLEI/DA]
[τοῦ Καλλία, Ξεναινέτο]υ τοῦ Σω[σινίκου, γ]ραμματεύοντος δὲ Καλλικρ[άτεος τοῦ Διοδώρου, ἐπὶ]
[τοῖσδε ἀπέδοτο ․․․․․․․]λαος Ε[․․․․․․, συ]νευδοκεούσας καὶ τᾶς γυναι[κὸς αὐτοῦ ․․․․․․․․․ καὶ]
[τᾶς θυγατέρος αὐτοῦ] Τιμασ[ία]ς, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικ[εῖο]ν, [ἇι ὄνομα Εὐπορία],
5 [τῶι θεῶι τὰν ὠνάν, ἐ]φ’ ὧιτε [ἐλ]ευθέρα εἶμεν καὶ ἀνέφαπτ[ος ἀ]πὸ πάντων τὸν π[άν]τα [βί]ον, ποι[έ]-
[ουσα ὅ κα θέλῃ καὶ ἀποτρ]έχουσα οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ [νόμ]ους τᾶς πό[λιο]ς· [Λαι]άδας Β[αβύ]-
[λου. εἰ δέ τις ἐφάπτοιτο Εὐ]πορίας ἐπὶ καταδουλισζμῶι, βέβ[αιο]ν παρ[εχ]όν[τω]ν τ[ῶι θεῶι] τὰν ὠνάν
[ὅ τε ἀποδόμενος ․․․․․․․․λ]αος καὶ ὁ βεβαιωτὴρ Λαιάδας. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν,
[πράκτιμοι ἐόντων κατὰ τ]ὸν νόμον τᾶς πό[λ]ιος· ὁμοίως δὲ καὶ παρατυγχάνοντες κύριοι ἐόντων
10 [συλέοντες Εὐπορίαν ὑπὲ]ρ τὸν θεό[ν, ὡ]ς ἐ[λ]ευθέραν ἐοῦσαν, ἀζάμιοι ἐόντες οἱ συλέοντες καὶ ἀ-
[νυπόδικοι πάσας δίκας] καὶ ζαμίας. μάρ[τ]υροι· τοὶ ἱερεῖς τοῦ Ἀπό[λ]λωνος τοῦ Πυθίου [Ἄρχων, Ἄθαμ]-
[βος, καὶ οἱ ἄρχοντες Ἡρ]ακλείδας, Ξεναίν[ετο]ς, Καλλικράτης, καὶ ἰδιῶται Β[αβ]ύλ[ος Ἀν]δρομέ-
[νεος, Ἁβρόμαχος Μ]αντία, Τιμόκριτος Λ[αιά]δα, [Ἀρίσ]των Ἀγαθοκλέος, Κ[λε]όδαμος Πολυκρ[ά]-
[τεος, ․․․․․․․․․․, Κ]λευξενίδας.
Search Help
Contact Us