[ ] Phokis — Delphi — 138/7 BC
1 ἄρχοντος Τιμοκρίτου, μηνὸς Ἰλαίου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Ἀριστίωνος τοῦ Ἀναξανδρ[ί]-
δα, Πραόχου τοῦ Ἀρχελάου, γραμματεύοντος δὲ Πάτρωνος τοῦ Ἰατάδα, ἐπὶ τοῖσδε ἀπέδοτο Πο-
λέμαρχος Πολέμωνος, συνευδοκέοντ[ο]ς καὶ τοῦ υἱοῦ αὐτοῦ Πολέμωνος, τῶι Ἀπόλ[λω]-
νι τῶι Πυθίωι σῶμα [ἀν]δρεῖον, ὧι ὄνομα Μῆδος Μήδου, τὸ γένος Μῆδον, τε[ι]μᾶς ἀργυρίο[υ]
5 μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Μῆδος [τῶ]ι θεῶι τὰν ὠνὰν, ἐφ’ ὧι-
τε ἐλεύθε[ρ]ος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποέων ὅ κα θέλ[ῃ καὶ]
ἀποτρέχω[ν ο]ἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ξεναίνετ[ο]ς [Σωσ]ι[νί]-
κου. εἰ δέ τι[ς ἅ]πτοιτο Μήδου ἐπὶ καταδουλιζμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν
ὅ τε ἀποδόμενος Πολέμαρχος καὶ ὁ βεβαιωτὴρ Ξεναίνε[τος. εἰ] δὲ μὴ παρέχοι<ν> βέβαιο[ν]
10 τῶι θεῶι [τ]ὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμ[ον]. ὁμοί[ω]ς δὲ καὶ οἱ παρατυγχάνον-
τες κύριο[ι] ἐόντω συλέοντες Μῆδον ὡς ἐλεύθερον ὄντα, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι οἱ
συλέοντ[ε]ς π[άσ]ας δίκ[ας] καὶ [ζ]αμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμβος,
καὶ [οἱ][ρχ]οντες Ἀριστίων, Πρ[ά]οχος, Πάτρων, καὶ ἰδιῶται Τειμό-
κριτος, Ἡρακλείδας, Μαντίας Πράξωνος.
Search Help
Contact Us