[ ]
Phokis — Delphi — 138 BC
| 1 | ἄρχον[το]ς Τιμοκρ[ίτου, μ]ηνὸς Ποιτροπίου, ἐπὶ [τοῖσδε ἀπέ]- |
| δοτο [Ἀ]ρχ[έ]λεος Δ[αμ]οσθένεος, συνεπαινεού[σας καὶ τᾶς θυ]- | |
| γατέρος [α]ὐτοῦ Ἐρατᾶ[ς], τῶι Ἀπόλλωνι τῶ[ι Πυθ]ίωι σῶ- | |
| μα γυναικεῖον, [ἇι ὄ]ν[ο]μα Νίκαια, τὸ γένος ἐ[νδογε]νῆ, | |
| 5 | τιμᾶς ἀργυρίου [μνᾶν] τεσσάρων, καὶ τὰν τιμ[ὰν ἔ]χει πᾶ- |
| σαν, καθὼς ἐπίστευσε Νίκαια τῶι θεῶι τὰν ὠνάν, ἐ[φ’] ὧι- | |
| τε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάν- | |
| τα χρόνον. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἁγί- | |
| ων Πολυκλείτου. εἰ δέ τις ἅπτοιτο Νικαίας ἐπὶ κατ[α]δου- | |
| 10 | λισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ [τ]ε ἀ- |
| ποδόμενος Ἀρχέλαος καὶ ὁ βεβαιωτὴρ Ἁγίων· ὁμοίως δὲ | |
| Νίκαιαν, ὡς ἐλευθέραν οὖσαν, ἀζάμιοι ἐόντες πάσας δίκας | |
| καὶ ζαμίας. μάρτυροι· Λαιάδας, Δαμόφιλος, Ἰατάδας, Ἐράσιπ- | |
| πος, Εὐκλείδας. |