[ ] Phokis — Delphi — 138 BC
1 ἄρχον[το]ς Τιμοκρ[ίτου, μ]ηνὸς Ποιτροπίου, ἐπὶ [τοῖσδε ἀπέ]-
δοτο [Ἀ]ρχ[έ]λεος Δμ]οσθένεος, συνεπαινεού[σας καὶ τᾶς θυ]-
γατέρος [α]ὐτοῦ Ἐρατᾶ[ς], τῶι Ἀπόλλωνι τῶ[ι Πυθ]ίωι σῶ-
μα γυναικεῖον, [ἇι ὄ]ν[ο]μα Νίκαια, τὸ γένος ἐ[νδογε]νῆ,
5 τιμᾶς ἀργυρίου [μνᾶν] τεσσάρων, καὶ τὰν τιμ[ὰν ἔ]χει πᾶ-
σαν, καθὼς ἐπίστευσε Νίκαια τῶι θεῶι τὰν ὠνάν, ἐ[φ’] ὧι-
τε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάν-
τα χρόνον. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἁγί-
ων Πολυκλείτου. εἰ δέ τις ἅπτοιτο Νικαίας ἐπὶ κατ[α]δου-
10 λισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ [τ]ε ἀ-
ποδόμενος Ἀρχέλαος καὶ ὁ βεβαιωτὴρ Ἁγίων· ὁμοίως δὲ
Νίκαιαν, ὡς ἐλευθέραν οὖσαν, ἀζάμιοι ἐόντες πάσας δίκας
καὶ ζαμίας. μάρτυροι· Λαιάδας, Δαμόφιλος, Ἰατάδας, Ἐράσιπ-
πος,  Εὐκλείδας.
Search Help
Contact Us