[ ] Phokis — Delphi — 138 BC
1 ἄρχοντ[ος Τιμ]οκρί[τ]ου τοῦ Ε[ὐκλείδα, μην][ς ․․․․․]ίου,
βουλευόντ[ων τ]ὰν πρώταν [ἑξάμηνον Σ]ωτύλο[υ] τοῦ
Τιμοκλέο[ς, Πυ]ρρία τοῦ Ἀρχε[λ]άου, [γραμ]ματεύοντος
δὲ Κλευδάμ[ο]υ τοῦ Πολυκράτεος, ἐπὶ τοῖσδε ἀπέδοτο Τιμό-
5 κριτος Εὐκλείδα τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδ[ρ]εῖ-
ον, ὧι ὄνομα Ὠφελίων, τὸ γένος Πισίδαν, τιμᾶς ἀργυρίου μνᾶν
πέντε, [κ]αὶ τὰν τιμὰν ἔχει πᾶσ[α]ν, καθὼς ἐπίστευσε Ὠφελίων τῶι
θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντω[ν]
τὸν πάντα βίον, ποιέων ὅ κα θέλῃ. βεβαιωτὴρ κ[ατ]ὰ τὸν νόμον τᾶς
10 πόλιος· Δάμων Ξενοστράτου. παραμεινάτω δὲ Ὠφελίων π[α]-
ρὰ Τειμόκριτον ἔτη δύο, ποιέων μετὰ [τ]ὰν [Τ]ιμοκρί-
του ἀρχὰν τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸ[ν]
ἀνενκλήτως. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνον-
τες κύριοι ἐόντω συλέοντες Ὠφελίωνα ὡς ἐλεύθερον
15 ὄντα, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι οἱ συλέοντε[ς]
πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς Ἄρχων,
Ἄθαμβος, [κα]ὶ οἱ ἄρχοντες Σωτύλος, Κλεύδαμο[ς],
Πυρρ[ίας, καὶ]  ἰδ[ιῶται] Μνασίθεος, Καλλείδας,
Τυρβ[αῖο]ς, Κλ[εύδαμος] Καλλιγένεος, Σώστρα-
20 τος, Πισίστρατ[ος, Πάτ]ρων Ἰατάδα, Ἀτεισίδας.
Search Help