[ ]
Phokis — Delphi — 138 BC
1 | ἄρχοντ[ος Τιμ]οκρί[τ]ου τοῦ Ε[ὐκλείδα, μην]ὸ[ς ․․․․․]ίου, |
βουλευόντ[ων τ]ὰν πρώταν [ἑξάμηνον Σ]ωτύλο[υ] τοῦ | |
Τιμοκλέο[ς, Πυ]ρρία τοῦ Ἀρχε[λ]άου, [γραμ]ματεύοντος | |
δὲ Κλευδάμ[ο]υ τοῦ Πολυκράτεος, ἐπὶ τοῖσδε ἀπέδοτο Τιμό- | |
5 | κριτος Εὐκλείδα τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδ[ρ]εῖ- |
ον, ὧι ὄνομα Ὠφελίων, τὸ γένος Πισίδαν, τιμᾶς ἀργυρίου μνᾶν | |
πέντε, [κ]αὶ τὰν τιμὰν ἔχει πᾶσ[α]ν, καθὼς ἐπίστευσε Ὠφελίων τῶι | |
θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντω[ν] | |
τὸν πάντα βίον, ποιέων ὅ κα θέλῃ. βεβαιωτὴρ κ[ατ]ὰ τὸν νόμον τᾶς | |
10 | πόλιος· Δάμων Ξενοστράτου. παραμεινάτω δὲ Ὠφελίων π[α]- |
ρὰ Τειμόκριτον ἔτη δύο, ποιέων μετὰ [τ]ὰν [Τ]ιμοκρί- | |
του ἀρχὰν τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸ[ν] | |
ἀνενκλήτως. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνον- | |
τες κύριοι ἐόντω συλέοντες Ὠφελίωνα ὡς ἐλεύθερον | |
15 | ὄντα, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι οἱ συλέοντε[ς] |
πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς Ἄρχων, | |
Ἄθαμβος, [κα]ὶ οἱ ἄρχοντες Σωτύλος, Κλεύδαμο[ς], | |
Πυρρ[ίας, καὶ] ἰδ[ιῶται] Μνασίθεος, Καλλείδας, | |
Τυρβ[αῖο]ς, Κλ[εύδαμος] Καλλιγένεος, Σώστρα- | |
20 | τος, Πισίστρατ[ος, Πάτ]ρων Ἰατάδα, Ἀτεισίδας. |