[ ]
Phokis — Delphi — ca. 124 BC
1 | ἄρχ[ο]ντος Καλλιδ[ά]μου, μηνὸς Δαιδαφορίου, β[ο]υλευόντων τὰν πρ[ώ]ταν ἑξ[ά]μ[ηνον] |
Ἀμήν[τα] τοῦ Εὐδώρ[ου], Γ[λ]αύκου τοῦ Ξένωνος, γ[ρα]μματεύοντος [δὲ Ἁβ]ρομάχου τοῦ | |
Μαντία, ἐπὶ τοῖσ[δε] ἀπ[έδ]οτο Κλευνίκα [Κλ]ευνίκου. συνευδοκέοντο[ς καὶ] τοῦ υἱοῦ | |
αὐτᾶς Κλεολάου, τῶι Ἀπό[λλ]ωνι τῶι Πυθίωι σῶμα γυναικεῖον κορίδι[ον, ἇ]ι ὄνομα Ἀν- | |
5 | τιγόνα, Πίστιος <μ>ατρὸς λύσει, — — — — — — τιμᾶς ἀργυρίου [μνᾶ]ς καὶ στατήρω[ν] |
ἕξ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼ[ς ἐ]πίστευσε Ἀντιγόνα τῶι θεῶι τὰν ὠν[άν, ἐφ’ ὧιτε ἐλευθέ- | |
ρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντω[ν] τὸν πάντα βίο[ν]. | |
— — — — — — β[ε]βαιωτὴρ κατὰ τοὺς νό[μ]ους τᾶς πόλιος· Σώξενος Ἐχεφύλου. [εἰ δ]έ τις ἐφ[ά]- | |
πτοιτο Ἀντιγόνας ἐπὶ καταδουλισσ[μῶ]ι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν [ὠ]νὰν ἅ τε | |
10 | ἀποδομένα [Κ]λευνίκα καὶ ὁ βεβαιωτὴρ Σώξ[ε]νος. εἰ δὲ μὴ παρέχοιν βέβαιον τῶι [θε]ῶι τὰν ὠ- |
νάν, πράκτιμοι ἐόντων κατὰ τοὺς νόμους τᾶ[ς π]όλιος· ὁμοίως δὲ καὶ οἱ παρατυ[γχ]άνοντες | |
κύριοι ἐόντων συλέοντες Ἀντιγόναν ἐπ’ ἐ[λευ]θερίᾳ, ὡς ἐλευθέραν ἐοῦσαν, ἀζάμ[ι]- | |
οι ἐόντες οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσ[ας δ]ίκ[ας κ]αὶ ζαμίας. παραμεινά- | |
τω δὲ Ἀντι[γό]να παρὰ Κλευνίκ[α]ν ἄχρι οὗ [κα] ζ[ώ]ῃ [Κ]λευνίκα, ἐλ<ε>υθέ- | |
15 | ρα ἐοῦσα. [μ]άρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπό․․․․․․․․․․․․․ |