[ ]
Phokis — Delphi — 130 BC
1 | ἀγωνοθετέοντος τῶν Λοκρῶν Πανταινέτου [Φ]υσκέος, μηνὸς πρώτου, |
ἐν Οἰανθείαι δὲ ἄρχοντος Τιμάρχου, μηνὸς Καρείου, ἐν Δελφοῖς δὲ ἄρχοντος | |
Ἀριστίωνος τοῦ Ἀναξανδρίδα, μηνὸς Βουκατίου, ἀπέδοτο Νικόμαχος, Καλλὼ | |
τῶι Ἀπόλλωνι τῶι ἐν Δελφοῖς σῶμα ἀνδρεῖον, ὧι ὄνομα Πάραλος, τὸ γένος Ὀρ- | |
5 | θωσιῆ, ἐπ’ ἐλευθερίαι, καθὼς ἐπίστευσε αὐτοσαυτὸν Πάραλος, τῶι θεῶι, τιμᾶς |
ἀργυρίου μνᾶν πέντε, συνευδοκέοντος τοῦ τε π[α]τρὸς τοῦ Νικομάχου | |
καὶ Καλλῶς Πειθίνου, καὶ τᾶς ματρὸς αὐτ[ῶν Ξενίας], καὶ Νικασίου, τᾶς Πειθίνου | |
ματρός. βεβαιωτὴρ κατὰ τὸν νόμον· Δαμοτέλη[ς Καλ]λικράτεος Φυσκεύς. μάρ- | |
τυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμβ[ος, καὶ] οἱ ἄρχοντες Ἁγίων Ἐχε- | |
10 | φύλου, Σωσίπατρος Αἰακίδα, Πάτρων Ἰατάδ[α, ἰδιῶ]ται Δαμοτέλης Ζεύξιος, |
Καλλικράτης Δαμοκλέος, Δεξίλαος Τιμοξ[ένου Ο]ἰανθεῖς, Σάτυρος Ῥύβα, | |
Κλεύνικος Καλλικλέος Λαμιεῖς. τὸ ἀντίγρ[αφ]ον φυλάσσει [Κ]λεόνικος. |