[ ]
Phokis — Delphi — 138 BC
| 1 | ἄρχοντος Τιμοκρίτου τοῦ Εὐκλείδ[α, μηνὸς Δα]ιδαφ[ορ]ί- |
| ου, βουλευόντων τὰν πρώταν ἑξάμην[ον Πυρρία] τοῦ Ἀρχελά- | |
| ου, Σωτύλου τοῦ Τιμοκλέος, γραμματε[ύον]τος δὲ Κλεοδά- | |
| μου τοῦ Πολυκράτεος, ἐπὶ τοῖσδε ἀπέδοντο Εὐάγγελος Πάτρω- | |
| 5 | νος, Χάριξα Μελισσίωνος, συνευδοκεούσας καὶ τᾶς θυγατρὸς |
| αὐτῶν Αἰνήσας τᾶς Εὐαγγέλου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
| ἀνδρεῖον, ὧι ὄνομα Σώτηρος, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν | |
| τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Σώτηρος τὰν ὠνὰν | |
| τῶι θεῶι, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν- | |
| 10 | των τὸν πάντα βίον, ποιῶν ὅ κα θέλῃ καὶ ἀποτρέχων οἷς κα θέλῃ. βε- |
| βαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀμύντας Εὐδώρου Δελφός. | |
| εἰ δέ τις ἐφάπτοιτο Σωτήρου ἐπὶ καταδουλισμῶι, βέβαιον πα- | |
| ρεχόντω τὰν ὠνὰν τῶι θεῶι οἵ τε ἀποδόμενοι Εὐάγγελος, Χάρι- | |
| ξα, καὶ ὁ βεβαιωτὴρ Ἀμύντας κατὰ τὸν νόμον· ὁμοίως δὲ καὶ οἱ | |
| 15 | παρατυγχάνοντες κύριοι ἐόντω συλέοντες Σώτηρον ὡς |
| ἐλεύθερον ὄντα, ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας | |
| δίκας καὶ ζαμίας. μάρτυροι· οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ | |
| Πυθίου Ἄρχων Καλλία, Ἄθαμβος Ἁβρομάχου, καὶ οἱ ἄρχοντες τᾶς | |
| πόλιος Πυρρίας Ἀρχελάου, Σωτύλος Τιμοκλέος, Κλεόδαμος | |
| 20 | Πολυκράτεος, καὶ ἰδιῶται Βαβύλος Αἰακίδα, Λαι<ά>δας Βαβύλου, |
| Καλλικράτης Διοδώρου, Φίλαγρος Φίλωνος, Τιμοκλῆς Πο- | |
| λύωνος, Διονύσιος καὶ Πολίτας οἱ Ἀσάνδρου, Ἁγίων | |
| Πολυκλείτου, Πολυτιμίδας Μελισσίωνος, Τιμομαχί- | |
| δας. |